Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
εἶτ᾽ αὐτοὺς πάλιν, εἶτ᾽ ἀντεμβιβάζειν, εἶτ᾽ ἐν ὅσῳ ταῦτα μέλλεται, προαπόλωλεν τὸ ἐφ᾽ ὃ ἂν ἐκπλέωμεν: τὸν γὰρ τοῦ πράττειν χρόνον εἰς τὸ παρασκευάζεσθαι ἀναλίσκομεν, οἱ δὲ τῶν πραγμάτων οὐ μένουσι καιροὶ τὴν ἡμετέραν βραδυτῆτα καὶ εἰρωνείαν. ἃς δὲ τὸν μεταξὺ χρόνον δυνάμεις οἰόμεθ᾽ ἡμῖν ὑπάρχειν, οὐδὲν οἷαί τ᾽ οὖσαι ποιεῖν ἐπ᾽ αὐτῶν τῶν καιρῶν ἐξελέγχονται. ὁ δ᾽ εἰς τοῦθ᾽ ὕβρεως ἐλήλυθεν ὥστ᾽ ἐπιστέλλειν Εὐβοεῦσιν ἤδη τοιαύτας ἐπιστολάς.“ἐπιστολῆς Ἀνάγνωσις”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.