Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἕν᾽ ἄνδρα δυνηθῆναί ποτε ταῦθ᾽ ὑμῖν πρᾶξαι πάνθ᾽ ὅσα βούλεσθε: ὑποσχέσθαι μέντοι καὶ φῆσαι καὶ τὸν δεῖν᾽ αἰτιάσασθαι καὶ τὸν δεῖν᾽ ἔστι, τὰ δὲ πράγματ᾽ ἐκ τούτων ἀπόλωλεν: ὅταν γὰρ ἡγῆται μὲν ὁ στρατηγὸς ἀθλίων ἀπομίσθων ξένων, οἱ δ᾽ ὑπὲρ ὧν ἂν ἐκεῖνος πράξῃ πρὸς ὑμᾶς ψευδόμενοι ῥᾳδίως ἐνθάδ᾽ ὦσιν, ὑμεῖς δ᾽ ἐξ ὧν ἂν ἀκούσηθ᾽ ὅ τι ἂν τύχητε ψηφίζησθε, τί καὶ χρὴ προσδοκᾶν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.