Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
ἔστι δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, κεφάλαιον ἁπάντων τῶν εἰρημένων: οὐδέποθ᾽ ὑμᾶς οἱ λέγοντες οὔτε πονηροὺς οὔτε χρηστοὺς ποιοῦσιν, ἀλλ᾽ ὑμεῖς τούτους, ὁπότερ᾽ ἂν βούλησθε: οὐ γὰρ ὑμεῖς ὧν οὗτοι βούλονται στοχάζεσθε, ἀλλ᾽ οὗτοι ὧν ἂν ὑμᾶς ἐπιθυμεῖν οἴωνται. ὑμᾶς οὖν ὑπάρξαι δεῖ χρηστὰ βουλομένους, καὶ πάνθ᾽ ἕξει καλῶς: ἢ γὰρ οὐδεὶς ἐρεῖ φλαῦρον οὐδέν, ἢ οὐδὲν αὐτῷ πλέον ἔσται μὴ ἔχοντι τοὺς πεισομένους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.