Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
οὐ γὰρ ἀφαιρεῖσθαι δεῖ τὸ προσελθεῖν τῷ δήμῳ καὶ λόγου τυχεῖν, οὐδ᾽ ἐν ἐπηρείας τάξει καὶ φθόνου τοῦτο ποιεῖν: οὔτε μὰ τοὺς θεοὺς ὀρθῶς ἔχον οὔτε πολιτικὸν οὔτε δίκαιόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι: ἀλλ᾽ ἐφ᾽ οἷς ἀδικοῦντά μ᾽ ἑώρα τὴν πόλιν, οὖσί γε τηλικούτοις ἡλίκα νῦν ἐτραγῴδει καὶ διεξῄει, ταῖς ἐκ τῶν νόμων τιμωρίαις παρ᾽ αὐτὰ τἀδικήματα χρῆσθαι, εἰ μὲν εἰσαγγελίας ἄξια πράττονθ᾽ ἑώρα, εἰσαγγέλλοντα καὶ τοῦτον τὸν τρόπον εἰς κρίσιν καθιστάντα παρ᾽ ὑμῖν, εἰ δὲ γράφοντα παράνομα, παρανόμων γραφόμενον: οὐ γὰρ δήπου Κτησιφῶντα μὲν δύναται διώκειν δι᾽ ἐμέ, ἐμὲ δ᾽, εἴπερ ἐξελέγξειν ἐνόμιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.