Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[211]
ὃ τοίνυν μέγιστον ἁπάντων, καὶ οὐ λόγος ἀλλ᾽ ἔργον: βουλομένου γὰρ ἐμοῦ τὰ δίκαια, ὥσπερ ἐπρέσβευσα δίς, οὕτω καὶ λόγον ὑμῖν δοῦναι δίς, προσελθὼν Αἰσχίνης οὑτοσὶ τοῖς λογισταῖς ἔχων μάρτυρας πολλοὺς ἀπηγόρευε μὴ καλεῖν ἔμ᾽ εἰς τὸ δικαστήριον ὡς δεδωκότ᾽ εὐθύνας καὶ οὐκ ὄνθ᾽ ὑπεύθυνον: καὶ τὸ πρᾶγμ᾽ ἦν ὑπεργέλοιον. τί οὖν ἦν τοῦτο; τῆς προτέρας ἐκείνης πρεσβείας, ἧς οὐδεὶς κατηγόρει, δοὺς λόγον οὐκέτ᾽ ἐβούλετ᾽ αὖθις εἰσιέναι περὶ ταύτης ἧς νῦν εἰσέρχεται, ἐν ᾗ πάντα τἀδικήματ᾽ ἐνῆν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.