Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
οἱ μὲν τοίνυν Φωκεῖς, ὡς τὰ παρ᾽ ὑμῶν ἐπύθοντ᾽ ἐκ τῆς ἐκκλησίας καὶ τό τε ψήφισμα τοῦτ᾽ ἔλαβον τὸ τοῦ Φιλοκράτους καὶ τὴν ἀπαγγελίαν ἐπύθοντο τὴν τούτου καὶ τὰς ὑποσχέσεις, κατὰ πάντας τοὺς τρόπους ἀπώλοντο. σκοπεῖτε γάρ. ἦσαν ἀπιστοῦντές τινες αὐτόθι τῷ Φιλίππῳ καὶ νοῦν ἔχοντες: οὗτοι πιστεύειν ὑπήχθησαν. διὰ τί; ὅτι ἡγοῦντο, οὐδ᾽ εἰ δεκάκις Φίλιππος αὐτοὺς ἐξηπάτα, οὐδέποτ᾽ ἂν τούς γ᾽ Ἀθηναίων πρέσβεις Ἀθηναίους ἐξαπατᾶν τολμῆσαι, ἀλλ᾽ εἶναι ταῦτ᾽ ἀληθῆ ἃ οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ τοῖς Θηβαίοις ἥκειν, οὐχ αὑτοῖς ὄλεθρον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.