This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[131]
ἔτι τοίνυν ἴσως ἐπισύροντες ἐροῦσιν ὡς Μεγαρεῖς καὶ Μεσσήνιοί τινες εἶναι φάσκοντες, ἔπειτ᾽ ἀτελεῖς εἰσιν, ἁθρόοι παμπληθεῖς ἄνθρωποι, καί τινες ἄλλοι δοῦλοι καὶ μαστιγίαι, Λυκίδας καὶ Διονύσιος, καὶ τοιούτους τινὰς ἐξειλεγμένοι. ὑπὲρ δὴ τούτων ὡδὶ ποιήσαθ᾽ ὅταν ταῦτα λέγωσι: κελεύετ᾽, εἴπερ ἀληθῆ λέγουσι πρὸς ὑμᾶς, τὰ ψηφίσματ᾽ ἐν οἷς ἀτελεῖς εἰσιν οὗτοι δεῖξαι. οὐ γάρ ἐστ᾽ οὐδεὶς ἀτελὴς παρ᾽ ὑμῖν ὅτῳ μὴ ψήφισμ᾽ ἢ νόμος δέδωκε τὴν ἀτέλειαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.