This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[104]
ἀλλ᾽ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον καὶ κοινὸν ἔμοιγ᾽ ἀσέβημα, οὐκ ἀδίκημα μόνον, τούτῳ πεπρᾶχθαι δοκεῖ, τοῦτ᾽ ἐρῶ. τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ κακῆς καὶ χαλεπῆς συμβάσης αἰτίας Ἀριστάρχῳ τῷ Μόσχου, τὸ μὲν πρῶτον, ὦ ἄνδρες Ἀθηναῖοι, κατὰ τὴν ἀγορὰν περιιὼν ἀσεβεῖς καὶ δεινοὺς λόγους ἐτόλμα περὶ ἐμοῦ λέγειν, ὡς ἐγὼ τὸ πρᾶγμ᾽ εἰμὶ τοῦτο δεδρακώς: ὡς δ᾽ οὐδὲν ἤνυε τούτοις, προσελθὼν τοῖς ἐπ᾽ ἐκεῖνον ἄγουσι τὴν αἰτίαν τοῦ φόνου, τοῖς τοῦ τετελευτηκότος οἰκείοις, χρήμαθ᾽ ὑπισχνεῖτο δώσειν εἰ τοῦ πράγματος αἰτιῷντ᾽ ἐμέ, καὶ οὔτε θεοὺς οὔθ᾽ ὁσίαν οὔτ᾽ ἄλλ᾽ οὐδὲν ἐποιήσατ᾽ ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδ᾽ ὤκνησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.