This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[143]
λέγεται τοίνυν ποτ᾽ ἐν τῇ πόλει κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι, ᾧ σκέψασθε τίνων ὑπαρχόντων καὶ ποίων τινῶν πρὸς τὸν δῆμον πῶς ἐχρήσανθ᾽ ὑμῶν οἱ πρόγονοι, ἐπειδὴ βδελυρὸς καὶ ὑβριστὴς ᾤετο δεῖν εἶναι. καὶ οὐκ ἀπεικάσαι δήπου Μειδίαν Ἀλκιβιάδῃ βουλόμενος τούτου μέμνημαι τοῦ λόγου (οὐχ οὕτως εἴμ᾽ ἄφρων οὐδ᾽ ἀπόπληκτος ἐγώ), ἀλλ᾽ ἵν᾽ εἰδῆθ᾽ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ γνῶθ᾽ ὅτι οὐδὲν οὔτ᾽ ἔστιν οὔτ᾽ ἔσται, οὐ γένος, οὐ πλοῦτος, οὐ δύναμις, ὅ τι τοῖς πολλοῖς ὑμῖν, ἂν ὕβρις προσῇ, προσήκει φέρειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.