This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[174]
καὶ τῆς μὲν Παράλου ταμιεύων τότε, ὅτε τὴν ἐπὶ Θηβαίους ἔξοδον εἰς Εὔβοιαν ἐποιεῖσθ᾽ ὑμεῖς, δώδεκα τῆς πόλεως τάλαντ᾽ ἀναλίσκειν ταχθείς, ἀξιούντων ὑμῶν πλεῖν καὶ παραπέμπειν τοὺς στρατιώτας οὐκ ἐβοήθησεν, ἀλλ᾽ ἤδη τῶν σπονδῶν γεγονυιῶν, ἃς Διοκλῆς ἐσπείσατο Θηβαίοις, ἧκεν. καὶ τόθ᾽ ἡττᾶτο πλέων τῶν ἰδιωτικῶν τριήρων μιᾶς: οὕτως εὖ τὴν ἱερὰν τριήρη παρεσκευάκει. ἱππαρχῶν τοίνυν, τί οἴεσθε τἄλλα; ἀλλ᾽ ἵππον, ἵππον οὐκ ἐτόλμησεν ὁ λαμπρὸς καὶ πλούσιος οὗτος πρίασθαι, ἀλλ᾽ ἐπ᾽ ἀλλοτρίου τὰς πομπὰς ἡγεῖτο, τοῦ Φιλομήλου τοῦ Παιανιέως ἵππου: καὶ ταῦτα πάντες ἴσασιν οἱ ἱππεῖς. καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας.“Μάρτυρες”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.