This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
ἔτι τοίνυν οὐδ᾽ ὁμοίαν οὖσαν τούτῳ κἀκείνοις συγγνώμην εὑρήσομεν. πρῶτον μὲν γὰρ ὁ τὸν θεσμοθέτην πατάξας τρεῖς εἶχεν προφάσεις, μέθην, ἔρωτα, ἄγνοιαν διὰ τὸ σκότους καὶ νυκτὸς τὸ πρᾶγμα γενέσθαι. ἔπειθ᾽ ὁ Πολύζηλος ὀργῇ καὶ τρόπου προπετείᾳ φθάσας τὸν λογισμὸν ἁμαρτὼν ἔπαισεν: οὐ γὰρ ἐχθρός γ᾽ ὑπῆρχεν ὤν, οὐδ᾽ ἐφ᾽ ὕβρει τοῦτ᾽ ἐποίησεν. ἀλλ᾽ οὐ Μειδίᾳ τούτων οὐδὲν ἔστ᾽ εἰπεῖν: καὶ γὰρ ἐχθρὸς ἦν, καὶ μεθ᾽ ἡμέραν εἰδὼς ὕβριζεν, καὶ οὐκ ἐπὶ τούτου μόνον, ἀλλ᾽ ἐπὶ πάντων φαίνεται προῃρημένος μ᾽ ὑβρίζειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.