Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[157]
τί δὴ συμβαίνει παραυτά, ὅθεν ἐξηλέγχθη τὸ πρᾶγμ᾽ ἐπ᾽ αὐτοφώρῳ; ὁ Μέμνων καὶ ὁ Μέντωρ, οἱ κηδεσταὶ τοῦ Ἀρταβάζου, ἄνθρωποι νέοι καὶ κεχρημένοι ἀπροσδοκήτῳ εὐτυχίᾳ τῇ τοῦ Ἀρταβάζου κηδείᾳ, βουλόμενοι τῆς χώρας ἄρχειν εὐθὺς ἐν εἰρήνῃ καὶ τιμᾶσθαι καὶ μὴ πολεμεῖν μηδὲ κινδυνεύειν, πείθουσι τὸν Ἀρτάβαζον τοῦ μὲν τιμωρεῖσθαι τὸν Χαρίδημον ἀφέσθαι, ἀποστεῖλαι δ᾽ ὑπόσπονδον, διδάσκοντες ὡς ὑμεῖς, κἂν ἐκεῖνος μὴ 'θέλῃ, διαβιβᾶτε καὶ οὐ δυνήσεται κωλύειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.