previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[62]

λέγε τὸν μετὰ ταῦτα νόμον.“Νόμος

ὃς ἂν ἄρχων ἰδιώτης αἴτιος τὸν θεσμὸν συγχυθῆναι τόνδε, μεταποιήσῃ αὐτόν, ἄτιμον εἶναι καὶ παῖδας ἀτίμους καὶ τὰ ἐκείνου.”

ἠκούσατε μὲν τοῦ νόμου λέγοντος ἄντικρυς, ἄνδρες Ἀθηναῖοι, ‘ὃς ἂν ἄρχων ἰδιώτης αἴτιος τὸν θεσμὸν συγχυθῆναι τόνδε, μεταποιήσῃ αὐτόν, ἄτιμος ἔστω καὶ οἱ παῖδες καὶ τὰ ἐκείνου.’ ἆρ᾽ οὖν μικρὰν φαύλην πρόνοιαν ἔχειν ὑμῖν θεὶς τὸν νόμον δοκεῖ, ὅπως κύριος ἔσται καὶ μήτε συγχυθήσεται μήτ᾽ αὖ μεταποιηθήσεται; ἀλλ᾽ Ἀριστοκράτης οὑτοσὶ μικρὰ φροντίσας αὐτοῦ μεταποιεῖ καὶ συγχεῖ. τί γὰρ ἄλλ᾽ ἐστὶν τὸ μεταποιεῖν ὅταν ἔξω τῶν τεταγμένων δικαστηρίων καὶ ὅρων, ὧν εἴργεσθαι δεῖ, διδῷ τις τὰς τιμωρίας, καὶ τὸ λόγου τυχεῖν ἀναιρῶν ἐκδότους ποιῇ; τί δ᾽ ἄλλο τὸ συγχεῖν ὅταν ἑξῆς οὑτωσὶ πάντα τἀναντία τῶν ἐν τοῖς νόμοις τις γεγραμμένων γράφῃ;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1939)
hide References (3 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: