Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
τὸν δ᾽ εἰς τοιαῦτα καταστήσαντά μ᾽ ἀδίκως ἀδιάλλακτον ἐχθρὸν ἡγούμην. ἰδὼν δ᾽ ἠδικηκότα κοινῇ πᾶσαν τὴν πόλιν καὶ περὶ τὴν εἴσπραξιν τῶν εἰσφορῶν καὶ περὶ τὴν ποίησιν τῶν πομπείων, καὶ χρήματα πολλὰ τῆς θεοῦ καὶ τῶν ἐπωνύμων καὶ τῆς πόλεως ἔχοντα καὶ οὐκ ἀποδιδόντα, ἦλθον ἐπ᾽ αὐτὸν μετ᾽ Εὐκτήμονος, ἡγούμενος ἁρμόττοντ᾽ εἰληφέναι καιρὸν τοῦ βοηθῆσαί θ᾽ ἅμα τῇ πόλει καὶ τιμωρίαν ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν: βουλοίμην δ᾽ ἂν ἐμέ τε τυχεῖν ὧν βούλομαι τοῦτόν τε παθεῖν ὧν ἄξιός ἐστι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.