Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[57]
ταύτην τὴν ἄνθρωπον, τὴν τοιαῦτ᾽ εὐεργετήσασαν αὐτόν, ὡς πολὺς παρ᾽ ὑμῖν ἔπνει καὶ λαμπρός, μεμφομένην τι καὶ τούτων ὑπομιμνῄσκουσαν καὶ ἀξιοῦσαν εὖ παθεῖν τὸ μὲν πρῶτον ῥαπίσας καὶ ἀπειλήσας ἀπέπεμψεν ἀπὸ τῆς οἰκίας, ὡς δ᾽ οὐκ ἐπαύεθ᾽ ἡ ἄνθρωπος, ἀλλὰ γυναίου πρᾶγμ᾽ ἐποίει καὶ πρὸς τοὺς γνωρίμους προσιοῦσ᾽ ἐνεκάλει, λαβὼν αὐτὸς αὐτοχειρίᾳ πρὸς τὸ πωλητηρίον τοῦ μετοικίου ἀπήγαγεν: καὶ εἰ μὴ κείμενον αὐτῇ τὸ μετοίκιον ἔτυχεν, ἐπέπρατ᾽ ἂν διὰ τοῦτον, ᾧ τῆς σωτηρίας αὐτὴ αἰτία ἐγεγόνει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.