Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[54]
καίτοι πῶς ἔχει λόγον σέ, Ἀπολλόδωρον ὄντα, πρότερον τῶν κοινῶν, ὧν μέρος ἠδικοῦ, δίκην ἀξιοῦν λαμβάνειν, ἢ τῶν ἰδίων ὧν νῦν ἐγκαλεῖς, ἄλλως τε καὶ τηλικούτων ὄντων, ὡς σὺ φής; τί ποτ᾽ οὖν ἐκείνων κατηγορῶν τόνδ᾽ εἴας; οὐκ ἠδικοῦ, ἀλλ᾽ οἶμαι συκοφαντεῖς νῦν. ἡγοῦμαι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντων μάλιστ᾽ εἰς τὸ πρᾶγμ᾽ εἶναι τούτων μάρτυρας παρασχέσθαι: τὸν γὰρ συκοφαντοῦντ᾽ ἀεὶ τί χρὴ νομίζειν νῦν ποιεῖν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

