Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
δεήσομαι δὲ καὶ μέτρια καὶ δίκαι᾽ ὑμῶν ἁπάντων, ἀκοῦσαί τέ μου περὶ ὧν παρεγραψάμην εὐνοϊκῶς, καὶ προσέχειν ὅλῳ τῷ πράγματι τὸν νοῦν: πολλῶν γὰρ δικῶν ἐν τῇ πόλει γεγενημένων, οὐδένα πω δίκην οὔτ᾽ ἀναιδεστέραν οὔτε συκοφαντικωτέραν οἴομαι φανήσεσθαι δεδικασμένον ἧς νῦν οὑτοσὶ λαχὼν εἰσελθεῖν τετόλμηκεν. ἐξ ἀρχῆς δ᾽, ὡς ἂν οἷός τ᾽ ὦ διὰ βραχυτάτων, ἅπαντα τὰ πραχθέντα διηγήσομαι πρὸς ὑμᾶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.