This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[49]
βούλομαι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ ἃ πέπονθα ὑπ᾽ αὐτῶν διηγήσασθαι ὑμῖν. ἐπειδὴ γὰρ ὦφλον αὐτοῖς τὴν δίκην ἐφ᾽ ᾗ τοὺς μάρτυρας τούτους διώκω τὰ ψευδῆ μεμαρτυρηκότας, προσελθὼν τῷ Θεοφήμῳ μελλούσης μοι ἤδη ἐξήκειν τῆς ὑπερημερίας, ἐδεήθην αὐτοῦ ἐπισχεῖν μοι ὀλίγον χρόνον, λέγων τὰς ἀληθείας, ὅτι πεπορισμένου τοῦ ἀργυρίου ὃ ἔμελλον αὐτῷ ἐκτίνειν συμβέβηκέ μοι τριηραρχία,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.