This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
πρῶτον μὲν οὖν ἐπιβουλεύει μοι μετὰ τῶν ἀντιδίκων, καὶ πίστιν αὐτοῖς δίδωσιν: ἔπειτ᾽ ἀγώνων μοι συνεστηκότων πρὸς αὐτούς, τούς τε λόγους ἐκφέρει μου εἰδώς, καὶ ἐγγράφει τῷ δημοσίῳ ἀπρόσκλητον ἐξ ἐμφανῶν καταστάσεως ἐπιβολὴν ἑξακοσίας καὶ δέκα δραχμάς, διὰ Λυκίδου τοῦ μυλωθροῦ ποιησάμενος τὴν δίκην. κλητῆρα δὲ κατ᾽ ἐμοῦ τόν τε ἀδελφὸν τὸν αὑτοῦ τὸν Ἀρεθούσιον τοῦτον ἐπιγράφεται, οὗπέρ ἐστιν τὰ ἀνδράποδα ταῦτα, καὶ ἄλλον τινά: καὶ παρεσκευάζοντο, εἰ ἀνακρινοίμην κατὰ τῶν οἰκείων τῶν ἀδικούντων με τὰς δίκας ἃς εἰλήχειν αὐτοῖς, ἐνδεικνύναι με ὡς ὀφείλοντα τῷ δημοσίῳ καὶ ἐμβάλλειν εἰς τὸ δεσμωτήριον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

