This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
καὶ ὡς μὲν ὁ ἰατρὸς ἔφη, εἰ μὴ κάθαρσις αἵματος αὐτομάτη μοι πάνυ πολλὴ συνέβη περιωδύνῳ ὄντι καὶ ἀπορουμένῳ ἤδη, κἂν ἔμπυος γενόμενος διεφθάρην: νῦν δὲ τοῦτ᾽ ἔσῳσεν τὸ αἷμ᾽ ἀποχωρῆσαν. ὡς οὖν καὶ ταῦτ᾽ ἀληθῆ λέγω, καὶ παρηκολούθησέ μοι τοιαύτη νόσος ἐξ ἧς εἰς τοὔσχατον ἦλθον, ἐξ ὧν ὑπὸ τούτων ἔλαβον πληγῶν, λέγε τὴν τοῦ ἰατροῦ μαρτυρίαν καὶ τὴν τῶν ἐπισκοπούντων.“Μαρτυρίαι”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

