This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
ἀλλ᾽ οὐκ ἐπιορκῶ, οὐδ᾽ ἂν Κόνων διαρραγῇ. ἀξιῶ τοίνυν ὑμᾶς, ὦ ἄνδρες δικασταί, πάνθ᾽ ὅσ᾽ ἐστὶν δίκαι᾽ ἐπιδείξαντος ἐμοῦ καὶ πίστιν προσθέντος ὑμῖν, ὥσπερ ἂν αὐτὸς ἕκαστος παθὼν τὸν πεποιηκότ᾽ ἐμίσει, οὕτως ὑπὲρ ἐμοῦ πρὸς Κόνωνα τουτονὶ τὴν ὀργὴν ἔχειν, καὶ μὴ νομίζειν ἴδιον τῶν τοιούτων μηδὲν ὃ κἂν ἄλλῳ τυχὸν συμβαίη, ἀλλ᾽ ἐφ᾽ ὅτου ποτ᾽ ἂν συμβῇ, βοηθεῖν καὶ τὰ δίκαι᾽ ἀποδιδόναι, καὶ μισεῖν τοὺς πρὸ μὲν τῶν ἁμαρτημάτων θρασεῖς καὶ προπετεῖς, ἐν δὲ τῷ δίκην ὑπέχειν ἀναισχύντους καὶ πονηροὺς καὶ μήτε δόξης μήτ᾽ ἔθους μήτ᾽ ἄλλου μηδενὸς φροντίζοντας πρὸς τὸ μὴ δοῦναι δίκην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

