Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
πόλλ᾽ ἂν εἰπεῖν ἔχοιμ᾽, ὦ ἄνδρες δικασταί, καὶ ὡς ἡμεῖς χρήσιμοι, καὶ αὐτοὶ καὶ ὁ πατήρ, ἕως ἔζη, καὶ τριηραρχοῦντες καὶ στρατευόμενοι καὶ τὸ προσταττόμενον ποιοῦντες, καὶ ὡς οὐδὲν οὔθ᾽ οὗτος οὔτε τῶν τούτου οὐδείς: ἀλλ᾽ οὔτε τὸ ὕδωρ ἱκανὸν οὔτε νῦν περὶ τούτων ὁ λόγος ἐστίν. εἰ γὰρ δὴ ὁμολογουμένως ἔτι τούτων καὶ ἀχρηστοτέροις καὶ πονηροτέροις ἡμῖν εἶναι συνέβαινεν, οὐ τυπτητέοι, οὐδ᾽ ὑβριστέοι δήπου ἐσμέν.οὐκ οἶδ᾽ ὅ τι δεῖ πλείω λέγειν: οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.