Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
καὶ Τιμοθέῳ1 μέν, ὦ Ἀθηναῖοι, Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν νικήσαντι Λακεδαιμονίους καὶ Κόνωνος υἱεῖ τοῦ τοὺς Ἕλληνας ἐλευθερώσαντος καὶ Σάμον λαβόντι2 καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐκ ἐποιήσασθ᾽ ὑπόλογον, οὐδὲ τῆς τότ᾽ ἐνεστώσης κρίσεως οὐδὲ τῶν ὅρκων, οὓς ὀμωμοκότες ἐφέρετε τὴν ψῆφον, ἀντικατηλλάξασθε3 τὰς τοιαύτας εὐεργεσίας, ἀλλ᾽ ἑκατὸν ταλάντων ἐτιμήσατε, ὅτι χρήματ᾽ αὐτὸν Ἀριστοφῶν4 ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.