Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
καίτοι τί μέρος ἐστὶ τῶν ὑπὸ Τιμοθέου πεπραγμένων ἀγαθῶν ἃς Δημοσθένης ἐπρέσβευσεν εἰς Θήβας πρεσβείας; ἢ τίς οὐκ ἂν καταγελάσειεν ὑμῶν τῶν τούτου1 τολμώντων ἀκούειν, ἀντιθεὶς ἐφ᾽ αἷς οὗτος σεμνύνεται πράξεσιν ἐκείνας ἃς Τιμόθεος ὑμᾶς καὶ Κόνων εὐεργέτησαν; ἀλλὰ γὰρ οὐ πρὸς τοῦτο τὸ κάθαρμα παραβάλλειν δεῖ τοὺς ἄξια καὶ τῆς πόλεως καὶ τῶν προγόνων ὑπὲρ ὑμῶν πράξαντας. παρασχόμενος οὖν τὸ ψήφισμα τὸ Τιμοθέῳ γενόμενον πάλιν ἐπὶ τοὺς περὶ τούτου λόγους βαδιοῦμαι. λέγε.“Ψήφισμα”2
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

