Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
πολλοί, ὦ ἄνδρες, πολλοὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων Ἑλλήνων, ὅπερ καὶ πρότερον εἶπον, θεωροῦσιν ὑμᾶς πῶς τοῦτον δικάσετε τὸν ἀγῶνα, καὶ πότερον εἰσαγωγίμους καὶ τὰς τῶν1 ἄλλων δωροδοκίας ποιήσετε, ἢ ἀνέδην ἐξέσται δῶρα λαμβάνειν καθ᾽ ὑμῶν, καὶ τὰ πρότερον δοκοῦντα πιστὰ καὶ βέβαι᾽ εἶναι νῦν ἄπιστα διὰ τὴν Δημοσθένους κρίσιν γενήσεται, ὃν ἐκ τῶν ἄλλων προσῆκεν ἀπολωλέναι τῶν πεπολιτευμένων αὐτῷ, ὃς ἁπάσαις ταῖς ἀραῖς ταῖς ἐν τῇ πόλει γιγνομέναις2 ἔνοχος καθέστηκεν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

