Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
ἀλλ᾽ ὅμως, ἄνδρες δικασταί, οὕτω Δημοσθένης τῷ ψεύδεσθαι καὶ μηδὲν ὑγιὲς λέγειν ἑτοίμως χρῆται, καὶ οὔτ᾽ αἰσχύνης οὔτ᾽ ἐλέγχου οὔτ᾽ ἀρᾶς οὐδὲν αὐτῷ μέλει, ὥστε καὶ περὶ ἐμοῦ τολμήσει λέγειν, ὡς ἀκούω, ὡς ἄρα κἀμοῦ κατέγνω πρότερον ἡ βουλή: καὶ ποιῶ πάντων ἀτοπώτατον, ὡς οὗτός φησι, πρότερον μὲν ἐναντίον τῇ τῆς βουλῆς ἀποφάσει ἀγῶνα ἀπολογούμενος ὑπὲρ ἐμαυτοῦ, νυνὶ δὲ συνηγορῶν αὐτῇ, κατηγορῶν τούτου περὶ τῆς γεγενημένης ἀποφάσεως:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.