Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
καταψευσάμενον μέντοι κἀμοῦ καὶ τῆς βουλῆς ὥσπερ σὺ καὶ πονηρὸν καὶ προδότην ἕν᾽1 εἰσαγγείλας, καὶ ἐξελέγξας ἐν πεντακοσίοις καὶ δισχιλίοις τῶν πολιτῶν ὅτι μισθώσας αὑτὸν Πυθοκλεῖ2 κατ᾽ ἐμοῦ ταῦτ᾽ ἔπραξεν, ἐτιμωρησάμην μετὰ τῶν τότε δικασάντων. λαβέ μοι σὺ τὴν μαρτυρίαν, ἣν καὶ πρότερον παρεσχόμην μαρτυρουμένην τοῖς δικασταῖς καὶ οὐδεὶς ἐπεσκήψατο ὡς ψευδεῖ οὔσῃ, ἣν καὶ νῦν παρέξομαι. λέγε τὴν μαρτυρίαν.“Μαρτυρία”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.