This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
τί οὖν ἀναμενεῖτ᾽, ὦ Ἀθηναῖοι; καὶ ποῖα ἀδικήματα ζητεῖτε ἕτερα μείζω τῶν εἰρημένων ἀκοῦσαι; οὐχ ὑμεῖς ἐστε καὶ οἱ ὑμέτεροι πρόγονοι οἱ Τιμοθέῳ1 Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν Λακεδαιμονίους νικήσαντι καὶ Κόνωνος υἱεῖ τοῦ2 τοὺς Ἕλληνας ἐλευθερώσαντος3 καὶ Σάμον λαβόντι4 καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν, καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐδὲν τούτων ὑπόλογον ποιησάμενοι; οὐδὲ τῆς τότε ἐνεστώσης κρίσεως καὶ τῶν ὅρκων οὓς ὀμωμοκότες φέρετε τὴν ψῆφον ἀντικαταλλαξάμενοι τὰς τηλικαύτας εὐεργεσίας, ἀλλ᾽ ἑκατὸν ταλάντων τιμήσαντες, ὅτι χρήματ᾽ αὐτὸν Ἀριστοφῶν ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων; τὸν δὲ μιαρὸν ἄνθρωπον καὶ προδότην,
3 ἐλευθερώσαντος A corr. (2): ἐλευθερώσαντι A pr. N.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

