previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

78.

τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Φιλοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Αὖλος Ποστούμιος Ῥηγοῦλος καὶ Σπόριος Φούριος Μεδιολανός. ἐπὶ δὲ τούτων Κορινθίοις καὶ Ἐπιδαυρίοις πρὸς Ἀθηναίους ἐνστάντος πολέμου, ἐστράτευσαν ἐπ᾽ αὐτοὺς Ἀθηναῖοι, καὶ γενομένης μάχης ἰσχυρᾶς ἐνίκησαν Ἀθηναῖοι. [2] μεγάλῳδὲ στόλῳ καταπλεύσαντες πρὸς τοὺς ὀνομαζομένους Ἁλιεῖς, ἀνέβησαν εἰς τὴν Πελοπόννησον, καὶ τῶν πολεμίων ἀνεῖλον οὐκ ὀλίγους. συστραφέντων δὲ τῶν Πελοποννησίων καὶ δύναμιν ἀξιόλογον ἀθροισάντων, συνέστη μάχη πρὸς τοὺς Ἀθηναίους περὶ τὴν ὀνομαζομένην Κεκρυφάλειαν, καθ᾽ ἣν πάλιν ἐνίκησαν Ἀθηναῖοι. [3] τοιούτων δὲ εὐημερημάτων αὐτοῖς γενομένων, τοὺς Αἰγινήτας ὁρῶντες πεφρονηματισμένους μὲν ταῖς προγεγενημέναις πράξεσιν, ἀλλοτρίως δὲ ἔχοντας πρὸς αὐτούς, ἔγνωσαν καταπολεμῆσαι. [4] διὸ καὶ στόλον ἐπ᾽ αὐτοὺς ἀξιόλογον ἀποστειλάντων τῶν Ἀθηναίων, οἱ τὴν Αἴγιναν κατοικοῦντες, μεγάλην ἐμπειρίαν ἔχοντες καὶ δόξαν τῶν κατὰ θάλατταν ἀγώνων, οὐ κατεπλάγησαν τὴν ὑπεροχὴν τῶν Ἀθηναίων, ἔχοντες δὲ τριήρεις ἱκανὰς καὶ προσκατασκευάσαντες ἑτέρας, ἐναυμάχησαν, καὶ λειφθέντες ἀπέβαλον τριήρεις ἑβδομήκοντα: συντριβέντες δὲ τοῖς φρονήμασι διὰ τὸ μέγεθος τῆς συμφορᾶς, ἠναγκάσθησαν εἰς τὴν Ἀθηναίων συντέλειαν καταταχθῆναι. ταῦτα μὲν οὖν Λεωκράτης στρατηγὸς κατεπράξατο τοῖς Ἀθηναίοις, τοὺς πάντας διαπολεμήσας μῆνας ἐννέα πρὸς τοὺς Αἰγινήτας. [5]

ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Σικελίαν Δουκέτιος τῶν Σικελῶν βασιλεὺς, ὠνομασμένος τὸ γένος, ἰσχύων δὲ κατ᾽ ἐκείνους τοὺς χρόνους, Μέναινον μὲν πόλιν ἔκτισε καὶ τὴν σύνεγγυς χώραν τοῖς κατοικισθεῖσι διεμέρισε, στρατευσάμενος δ᾽ ἐπὶ πόλιν ἀξιόλογον Μοργαντῖναν, καὶ χειρωσάμενος αὐτήν, δόξαν ἀπηνέγκατο παρὰ τοῖς ὁμοεθνέσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
  • Cross-references to this page (5):
    • Dictionary of Greek and Roman Geography (1854), CECRYPHALEIA
    • Dictionary of Greek and Roman Geography (1854), HALIEIS
    • Dictionary of Greek and Roman Geography (1854), MENAENUM
    • Dictionary of Greek and Roman Geography (1854), MORGA´NTIA
    • Smith's Bio, Duce'tius
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: