previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

80. Ἀθηναῖοι δὲ πυθόμενοι τοὺς Λακεδαιμονίους τὸν μὲν πρὸς Φωκεῖς πόλεμον καταλελυκέναι, αὐτοὺς δὲ μέλλειν τὴν εἰς οἶκον ἐπάνοδον ποιεῖσθαι, ἔγνωσαν ἐπιθέσθαι κατὰ τὴν ὁδοιπορίαν τοῖς Λακεδαιμονίοις. ἐστράτευσαν οὖν ἐπ᾽ αὐτούς, παραλαβόντες τοὺς Ἀργείους καὶ Θετταλούς: καὶ πεντήκοντα μὲν ναυσί, στρατιώταις δὲ μυρίοις καὶ τετρακισχιλίοις ἐπιβαλοῦντες αὐτοῖς κατελάβοντο τὰς περὶ τὴν Γεράνειαν παρόδους. [2] Λακεδαιμόνιοι δὲ πυνθανόμενοι τὰ κατὰ τοὺς Ἀθηναίους παρῆλθον τῆς Βοιωτίας εἰς Τάναγραν. τῶν δὲ Ἀθηναίων παραγενομένων εἰς τὴν Βοιωτίαν καὶ παρατάξεως γενομένης, ἰσχυρὰ συνέστη μάχη: καὶ τῶν μὲν Θετταλῶν μεταβαλομένων ἐν τῇ μάχῃ πρὸς τοὺς Λακεδαιμονίους, τῶν δὲ Ἀθηναίων καὶ τῶν Ἀργείων οὐδὲν ἧττον διαγωνιζομένων, ἔπεσον μὲν οὐκ ὀλίγοι παρ᾽ ἀμφοτέροις, νυκτὸς δ᾽ ἐπιλαβούσης διελύθησαν. [3] μετὰ δὲ ταῦτα τοῖς Ἀθηναίοις κομιζομένης ἀγορᾶς πολλῆς ἐκ τῆς Ἀττικῆς, οἱ Θετταλοὶ κρίναντες ἐπιθέσθαι ταύτῃ καὶ αὐτῆς ὥρας δειπνοποιησάμενοι νυκτὸς ἀπήντων τοῖς κομίζουσι τὰς ἀγοράς. [4] τῶν δὲ παραφυλαττόντων Ἀθηναίων ἀγνοούντων καὶ προσδεξαμένων τοὺς Θετταλοὺς ὡς φίλους, συνέβη πολλοὺς καὶ ποικίλους ἀγῶνας γενέσθαι περὶ τῆς ἀγορᾶς. τὸ μὲν γὰρ πρῶτον οἱ Θετταλοί, προσδεχθέντες ὑπὸ τῶν πολεμίων διὰ τὴν ἄγνοιαν, ἔκτεινον τοὺς ἐντυγχάνοντας, καὶ συντεταγμένοι τοῖς τεθορυβημένοις συμπλεκόμενοι πολλοὺς ἀνῄρουν. [5] οἱ δὲ κατὰ τὴν στρατοπεδείαν ὄντες Ἀθηναῖοι πυθόμενοι τὴν τῶν Θετταλῶν ἐπίθεσιν, ἧκον κατὰ σπουδήν, καὶ τοὺς Θετταλοὺς ἐξ ἐφόδου τρεψάμενοι πολὺν ἐποίουν φόνον. [6] ἐπιβοηθησάντων δὲ τῶν Λακεδαιμονίων τοῖς Θετταλοῖς συντεταγμένῃ τῇ δυνάμει, καὶ τοῖς στρατοπέδοις ὅλοις γενομένης παρατάξεως, συνέβη διὰ τὴν γενομένην φιλοτιμίαν πολλοὺς παρ᾽ ἀμφοτέροις ἀναιρεθῆναι. τέλος δὲ τῆς μάχης ἀμφίδοξον λαβούσης τὸ τέλος, συνέβη τούς τε Λακεδαιμονίους ἀμφισβητῆσαι περὶ τῆς νίκης καὶ τοὺς Ἀθηναίους. τότε μὲν οὖν ἐπιλαβούσης νυκτὸς καὶ τῆς νίκης ἀμφιδόξου γενομένης, διεπρεσβεύοντο πρὸς ἀλλήλους καὶ τετραμηνιαίους σπονδὰς ἐποιήσαντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), TANAGRA
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: