previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3.

ἐπ᾽ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐθυδήμου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Λεύκιον Κοΐντιον Κικιννᾶτον καὶ Μάρκον Φάβιον Οὐιβουλανόν. ἐπὶ δὲ τούτων Ἀθηναῖοι διαπεπολεμηκότες ὑπὲρ Αἰγυπτίων πρὸς Πέρσας, καὶ τὰς ναῦς ἁπάσας ἀπολωλεκότες ἐν τῇ λεγομένῃ Προσωπίτιδι νήσῳ, βραχὺν χρόνον διαλιπόντες ἔγνωσαν πάλιν πολεμεῖν τοῖς Πέρσαις ὑπὲρ τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων. καταρτίσαντες δὲ στόλον τριήρων διακοσίων, καὶ στρατηγὸν ἑλόμενοι Κίμωνα τὸν Μιλτιάδου, προσέταξαν πλεῖν ἐπὶ Κύπρον καὶ διαπολεμεῖν τοῖς Πέρσαις. [2] δὲ Κίμων ἀναλαβὼν τὸν στόλον κεκοσμημένον ἀνδρῶν τε ἀρεταῖς καὶ χορηγίαις δαψιλέσιν ἔπλευσεν εἰς τὴν Κύπρον. κατ᾽ ἐκείνους δὲ τοὺς καιροὺς τῶν Περσικῶν δυνάμεων ἐστρατήγουν Ἀρτάβαζος καὶ Μεγάβυζος. Ἀρτάβαζος μὲν τὴν ἡγεμονίαν ἔχων ἐν τῇ Κύπρῳ διέτριβεν, ἔχων τριήρεις τριακοσίας, Μεγάβυζος δὲ περὶ τὴν Κιλικίαν ἐστρατοπέδευε, πεζὰς ἔχων δυνάμεις, ὧν ἀριθμὸς ἦν τριάκοντα μυριάδων. [3] δὲ Κίμων καταπλεύσας εἰς τὴν Κύπρον καὶ θαλαττοκρατῶν Κίτιον μὲν καὶ Μάριον ἐξεπολιόρκησε, καὶ τοῖς κρατηθεῖσι φιλανθρώπως προσηνέχθη. μετὰ δὲ ταῦτα ἐκ Κιλικίας καὶ Φοινίκης προσφερομένων τριήρων τῇ νήσῳ, Κίμων ἐπαναχθεὶς καὶ πόλεμον συγκρούσας πολλὰς μὲν τῶν νεῶν κατέδυσεν, ἑκατὸν δὲ σὺν αὐτοῖς τοῖς ἀνδράσιν εἷλε, τὰς δὲ λοιπὰς μέχρι τῆς Φοινίκης κατεδίωξεν. [4] οἱ μὲν οὖν Πέρσαι ταῖς ὑπολειφθείσαις ναυσὶ κατέφυγον εἰς τὴν γῆν, καθ᾽ ὃν τόπον ἦν Μεγάβυζος ἐστρατοπεδευκὼς μετὰ τῆς πεζῆς δυνάμεως: οἱ δὲ Ἀθηναῖοι προσπλεύσαντες καὶ τοὺς στρατιώτας ἐκβιβάσαντες συνῆψαν μάχην, καθ᾽ ἣν Ἀναξικράτης μὲν ἕτερος τῶν στρατηγῶν λαμπρῶς ἀγωνισάμενος ἡρωικῶς κατέστρεψε τὸν βίον, οἱ δὲ ἄλλοι κρατήσαντες τῇ μάχῃ καὶ πολλοὺς ἀνελόντες ἐπανῆλθον εἰς τὰς ναῦς. μετὰ δὲ ταῦτα Ἀθηναῖοι πάλιν ἀπέπλευσαν εἰς τὴν Κύπρον. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τὸ πρῶτον ἔτος τοῦ πολέμου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
  • Cross-references to this page (3):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: