previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

59.

τῶν δ᾽ Ἀθηναίων περὶ ταῦτ᾽ ἀσχολουμένων Λακεδαιμόνιοι τοὺς Πελοποννησίους παραλαβόντες κατεστρατοπέδευσαν περὶ τὸν ἰσθμόν, διανοούμενοι πάλιν εἰς τὴν Ἀττικὴν εἰσβαλεῖν: σεισμῶν δὲ μεγάλων γινομένων δεισιδαιμονήσαντες ἀνέκαμψαν εἰς τὰς πατρίδας. [2] τηλικούτους δὲ τοὺς σεισμοὺς συνέβη γενέσθαι κατὰ πολλὰ μέρη τῆς Ἑλλάδος, ὥστε καὶ πόλεις τινὰς ἐπιθαλαττίους ἐπικλύσασαν τὴν θάλατταν διαφθεῖραι, καὶ κατὰ τὴν Λοκρίδα χερρονήσου καθεστώσης ῥῆξαι μὲν τὸν ἰσθμόν, ποιῆσαι δὲ νῆσον τὴν ὀνομαζομένην Ἀταλάντην. [3] ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι τὴν Τραχῖνα καλουμένην ᾤκισαν καὶ μετωνόμασαν Ἡράκλειαν διὰ τοιαύτας τινὰς αἰτίας. [4] Τραχίνιοι πρὸς Οἰταίους ὁμόρους ὄντας ἔτη πολλὰ διεπολέμουν καὶ τοὺς πλείους τῶν πολιτῶν ἀπέβαλον. ἐρήμου δ᾽ οὔσης τῆς πόλεως ἠξίωσαν Λακεδαιμονίους ὄντας ἀποίκους ἐπιμεληθῆναι τῆς πόλεως. οἱ δὲ καὶ διὰ τὴν συγγένειαν καὶ διὰ τὸ τὸν Ἡρακλέα, πρόγονον ἑαυτῶν ὄντα, ἐγκατῳκηκέναι κατὰ τοὺς ἀρχαίους χρόνους ἐν τῇ Τραχῖνι, ἔγνωσαν μεγάλην αὐτὴν ποιῆσαι πόλιν. [5] διὸ καὶ Λακεδαιμονίων μὲν καὶ τῶν Πελοποννησίων τετρακισχιλίους οἰκήτορας ἐκπεμψάντων, καὶ παρὰ τῶν ἄλλων Ἑλλήνων τοὺς βουλομένους μετέχειν τῆς ἀποικίας προσεδέξαντο: οὗτοι δ᾽ ἦσαν οὐκ ἐλάττους τῶν ἑξακισχιλίων. διὸ καὶ τὴν Τραχῖνα μυρίανδρον ποιήσαντες, καὶ τὴν χώραν κατακληρουχήσαντες, ὠνόμασαν τὴν πόλιν Ἡράκλειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: