previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

25. εἰ δ᾽, ὅπερ εἰκός ἐστι, παύσεσθε πολεμοῦντες, τίνα καλλίω καιρὸν εὑρήσετε τοῦ νῦν ὑπάρχοντος, ἐν τὴν πρὸς τοὺς ἐπταικότας φιλανθρωπίαν ἀφορμὴν τῆς φιλίας ποιήσεσθε; μὴ γὰρ οἴεσθε τὸν τῶν Ἀθηναίων δῆμον τελέως ἐξησθενηκέναι διὰ τὴν ἐν Σικελίᾳ συμφοράν, ὃς κρατεῖ σχεδὸν τῶν τε κατὰ τὴν Ἑλλάδα νήσων ἁπασῶν, καὶ τῆς παραλίου τῆς τε κατὰ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ἔχει τὴν ἡγεμονίαν. [2] καὶ γὰρ πρότερον περὶ τὴν Αἴγυπτον τριακοσίας τριήρεις αὐτάνδρους ἀπολέσας τὸν δοκοῦντα κρατεῖν βασιλέα συνθήκας ἀσχήμονας ποιεῖν ἠνάγκασε, καὶ πάλιν ὑπὸ Ξέρξου τῆς πόλεως κατασκαφείσης μετ᾽ ὀλίγον κἀκεῖνον ἐνίκησε καὶ τῆς Ἑλλάδος τὴν ἡγεμονίαν ἐκτήσατο. [3] ἀγαθὴ γὰρ πόλις ἐν τοῖς μεγίστοις ἀτυχήμασι μεγίστην ἐπίδοσιν λαβεῖν καὶ μηδέποτε ταπεινὸν μηδὲν βουλεύεσθαι. καλὸν οὖν ἀντὶ τοῦ τὴν ἔχθραν ἐπαύξειν συμμάχους αὐτοὺς ἔχειν φεισαμένους τῶν αἰχμαλώτων. [4] ἀνελόντες μὲν γὰρ αὐτοὺς τῷ θυμῷ μόνον χαριούμεθα, τὴν ἄκαρπον ἐπιθυμίαν ἐκπληροῦντες, φυλάξαντες δὲ παρὰ μὲν τῶν εὖ παθόντων τὴν χάριν ἕξομεν, παρὰ δὲ τῶν ἄλλων ἁπάντων τὴν εὐδοξίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: