previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

54.

τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Διοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον εἶχον ἀρχὴν Κόιντος Φάβιος καὶ Γάιος Φούριος. περὶ δὲ τούτους τοὺς καιροὺς Ἀννίβας τῶν Καρχηδονίων στρατηγὸς τούς τ᾽ ἐξ Ἰβηρίας ξενολογηθέντας καὶ τοὺς ἐκ τῆς Λιβύης καταγραφέντας στρατιώτας συνήγαγε, καὶ μακρὰς μὲν ἑξήκοντα ναῦς ἐπλήρωσε, τὰ δὲ φορτηγὰ πλοῖα περὶ χίλια πεντακόσια παρεσκευάσατο. [2] ἐν τούτοις τήν τε δύναμιν διεκόμιζε καὶ τὰ πρὸς τὰς πολιορκίας μηχανήματα καὶ βέλη καὶ τὴν ἄλλην παρασκευὴν ἅπασαν. περαιωθεὶς δὲ μετὰ τοῦ στόλου τὸ Λιβυκὸν πέλαγος, κατέπλευσε τῆς Σικελίας ἐπὶ τὴν ἄκραν τὴν ἀπέναντι τῆς Λιβύης, καλουμένην Λιλύβαιον: [3] καθ᾽ ὃν δὴ χρόνον τῶν Σελινουντίων τινὲς ἱππέων περὶ τοὺς τόπους διατρίβοντες, καὶ τὸ μέγεθος τοῦ καταπλέοντος στόλου θεασάμενοι, ταχέως τοῖς πολίταις τὴν τῶν πολεμίων παρουσίαν ἐδήλωσαν. καὶ οἱ μὲν Σελινούντιοι τοὺς βιβλιαφόρους παραχρῆμα πρὸς τοὺς Συρακοσίους ἀπέστειλαν, δεόμενοι βοηθεῖν: [4] δ᾽ Ἀννίβας ἐκβιβάσας τὴν δύναμιν κατεστρατοπέδευσεν, ἀρξάμενος ἀπὸ τοῦ φρέατος, κατ᾽ ἐκείνους μὲν τοὺς καιροὺς ὠνομάζετο Λιλύβαιον, μετὰ δὲ ταῦτα πολλοῖς ἔτεσι πρὸς αὐτῷ κτισθείσης πόλεως αἴτιον ἐγενήθη τῇ πόλει τῆς ἐπωνυμίας. [5] εἶχε δὲ τοὺς σύμπαντας Ἀννίβας, ὡς μὲν Ἔφορος ἀνέγραψε, πεζῶν μυριάδας εἴκοσι, ἱππεῖς δὲ τετρακισχιλίους, ὡς δὲ Τίμαιός φησιν, οὐ πολλῷ πλείους τῶν δέκα μυριάδων. τὰς μὲν οὖν ναῦς ἐν τῷ περὶ Μοτύην κόλπῳ πάσας ἐνεώλκησε, βουλόμενος ἔννοιαν διδόναι τοῖς Συρακοσίοις, ὡς οὐ πάρεστιν ἐκείνοις πολεμήσων οὐδὲ ναυτικῇ δυνάμει παραπλεύσων ἐπὶ Συρακούσας: [6] παραλαβὼν δὲ τοὺς παρ᾽ Αἰγεσταίων στρατιώτας καὶ τοὺς παρὰ τῶν ἄλλων συμμάχων ἀνέζευξεν ἀπὸ τοῦ Λιλυβαίου τὴν πορείαν ποιούμενος ἐπὶ Σελινοῦντος. ὡς δ᾽ ἐπὶ τὸν Μάζαρον ποταμὸν παρεγενήθη, τὸ μὲν παρ᾽ αὐτὸν ἐμπόριον κείμενον εἷλεν ἐξ ἐφόδου, πρὸς δὲ τὴν πόλιν παραγενηθεὶς εἰς δύο μέρη διεῖλε τὴν δύναμιν: περιστρατοπεδεύσας δ᾽ αὐτὴν καὶ τὰς μηχανὰς ἐπιστήσας μετὰ πάσης σπουδῆς τὰς προσβολὰς ἐποιεῖτο. [7] ἓξ μὲν γὰρ πύργους ὑπερβάλλοντας τοῖς μεγέθεσιν ἐπέστησε, τοὺς ἴσους δὲ κριοὺς κατασεσιδηρωμένους προσήρεισε τοῖς τείχεσι: χωρὶς δὲ τούτων τοῖς τοξόταις καὶ σφενδονήταις πολλοῖς χρώμενος ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων μαχομένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: