previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ξοντεντς.

τάδ᾽ ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Διοδώρου βύβλων.

στρατεία Ἀθηναίων ἐπὶ Συρακοσίους μεγάλαις δυνάμεσι πεζικαῖς τε καὶ ναυτικαῖς.

κατάπλους Ἀθηναίων εἰς Σικελίαν.

κατάκλησις Ἀλκιβιάδου τοῦ στρατηγοῦ καὶ φυγὴ εἰς Λακεδαίμονα.

ὡς Ἀθηναῖοι διαπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων κατελάβοντο τοὺς περὶ τὸ Ὀλύμπιον τόπους.

ὡς Ἀθηναῖοι τὰς Ἐπιπολὰς καταλαβόμενοι καὶ μάχῃ νικήσαντες ἐξ ἀμφοτέρων τῶν μερῶν ἐπολιόρκησαν τὰς Συρακούσας.

ὡς Λακεδαιμονίων καὶ Κορινθίων πεμψάντων βοήθειαν ἐθάρρησαν οἱ Συρακόσιοι.

μάχη Συρακοσίων καὶ Ἀθηναίων καὶ νίκη Ἀθηναίων μεγάλη.

μάχη τοῖς αὐτοῖς καὶ νίκη Συρακοσίων.

ὡς Συρακόσιοι τῶν Ἐπιπολῶν κρατήσαντες ἠνάγκασαν τοὺς Ἀθηναίους εἰς μίαν ἐλθεῖν παρεμβολὴν τὴν πρὸς τῷ Ὀλυμπίῳ.

ὡς ναυτικὴν δύναμιν οἱ Συρακόσιοι κατασκευάσαντες ναυμαχεῖν διέγνωσαν.

ὡς Ἀθηναῖοι Λαμάχου τοῦ στρατηγοῦ τελευτήσαντος καὶ Ἀλκιβιάδου μετακληθέντος, ἀντὶ τούτων στρατηγοὺς ἔπεμψαν Εὐρυμέδοντα καὶ Δημοσθένην ἔχοντας δύναμιν καὶ χρήματα.

διάλυσις σπονδῶν ὑπὸ Λακεδαιμονίων καὶ πόλεμος πρὸς Ἀθηναίους Πελοποννησιακὸς λεγόμενος.

ναυμαχία Συρακοσίων καὶ Ἀθηναίων καὶ νίκη Ἀθηναίων, καὶ ἅλωσις φρουρίων ὑπὸ Συρακοσίων καὶ κατὰ γῆν νίκη.

ναυμαχία πάσαις ταῖς ναυσὶν ἐν τῷ μεγάλῳ λιμένι καὶ νίκη Συρακοσίων.

κατάπλους ἐξ Ἀθηνῶν Δημοσθένους καὶ Εὐρυμέδοντος μετὰ δυνάμεως ἀξιολόγου.

μάχη μεγάλη περὶ τὰς Ἐπιπολὰς καὶ νίκη Συρακοσίων.

δρασμὸς τῶν Ἀθηναίων καὶ ἅλωσις τῆς πάσης δυνάμεως.

ὡς Συρακόσιοι συνελθόντες εἰς ἐκκλησίαν προέθηκαν βουλήν, πῶς χρηστέον τοῖς αἰχμαλώτοις.

οἱ ῥηθέντες λόγοι πρὸς ἑκάτερον μέρος τῆς ὑποθέσεως.

τὰ ψηφισθέντα τοῖς Συρακοσίοις περὶ τῶν αἰχμαλώτων.

ὡς Ἀθηναίων πταισάντων περὶ Σικελίαν πολλοὶ τῶν συμμάχων ἀπέστησαν.

ὡς δῆμος τῶν Ἀθηναίων ἀθυμήσας παρεχώρησε τῆς δημοκρατίας καὶ τετρακοσίοις ἀνδράσι τὴν πολιτείαν ἐπέτρεψαν.

ὡς Λακεδαιμόνιοι ταῖς ναυμαχίαις τοὺς Ἀθηναίους ἐνίκησαν.

ὡς Συρακόσιοι τοὺς ἀνδραγαθήσαντας κατὰ τὸν πόλεμον ἀξιολόγοις δωρεαῖς ἐτίμησαν.

ὡς Διοκλῆς νομοθέτης αἱρεθεὶς ἔγραψε τοὺς νόμους Συρακοσίοις.

ὡς Συρακόσιοι τοῖς Λακεδαιμονίοις δύναμιν ἀξιόλογον ἔπεμψαν.

ὡς Ἀθηναῖοι τὸν τῶν Λακεδαιμονίων ναύαρχον καταναυμαχήσαντες Κύζικον ἐξεπολιόρκησαν.

ὡς Λακεδαιμονίων ἐξ Εὐβοίας πεντήκοντα ναῦς ἀποστειλάντων ἐπὶ βοήθειαν τοῖς ἡττημένοις, ἅπασαι περὶ τὸν Ἄθω μετὰ τῶν ἀνδρῶν διεφθάρησαν ὑπὸ τοῦ χειμῶνος.

Ἀλκιβιάδου κάθοδος καὶ στρατηγία.

πόλεμος Αἰγεσταίοις καὶ Σελινουντίοις περὶ τῆς ἀμφισβητουμένης χώρας.

ὡς Λακεδαιμόνιοι τὸν Εὔριπον χώσαντες τὴν Εὔβοιαν ἤπειρον ἐποίησαν.

περὶ τῆς ἐν Κορκύρᾳ γενομένης στάσεως καὶ σφαγῆς.

ναυμαχία Ἀθηναίων καὶ Λακεδαιμονίων περὶ τὸ Σίγειον καὶ νίκη Ἀθηναίων.

ὡς Ἀλκιβιάδης καὶ Θηραμένης ἐνίκησαν Λακεδαιμονίους ἅμα πεζῇ καὶ κατὰ θάλατταν ἐπιφανέστατα.

ὡς Καρχηδόνιοι μεγάλας δυνάμεις διαβιβάσαντες ἐν Σικελίᾳ Σελινοῦντα καὶ Ἱμέραν κατὰ κράτος εἷλον.

ὡς εἰς τὸν Πειραιέα καταπλεύσας μετὰ πολλῶν λαφύρων μεγάλης ἔτυχεν ἀποδοχῆς Ἀλκιβιάδης.

ὡς Ἆγις βασιλεὺς μεγάλῃ δυνάμει τὰς Ἀθήνας πολιορκεῖν ἐπιβαλόμενος ἐξέπεσεν.

Ἀλκιβιάδου φυγή, καὶ κτίσις Θέρμων ἐν Σικελίᾳ.

ναυμαχία Συρακοσίων πρὸς Καρχηδονίους καὶ νίκη Συρακοσίων.

περὶ τῆς ἐν Ἀκράγαντι εὐδαιμονίας καὶ τῶν ἐν αὐτῇ κατασκευασμάτων.

ὡς Καρχηδόνιοι τριάκοντα μυριάσι στρατεύσαντες εἰς Σικελίαν ἐπολιόρκησαν Ἀκράγαντα.

ὡς Συρακόσιοι παραλαβόντες τοὺς συμμάχους μυρίοις στρατιώταις ἐβοήθουν τοῖς Ἀκραγαντίνοις.

ὡς τετρακισμυρίων Καρχηδονίων ἀπαντησάντων ἐνίκησαν οἱ Συρακόσιοι καὶ πλείους τῶν ἑξακισχιλίων κατέκοψαν.

ὡς Καρχηδονίων τὰς ἀγορὰς παραιρουμένων οἱ Ἀκραγαντῖνοι διὰ τὴν σπάνιν τῆς τροφῆς ἠναγκάσθησαν ἐκλιπεῖν τὴν πατρίδα.

ὡς Διονύσιος στρατηγὸς αἱρεθεὶς ἐτυράννησε τῶν Συρακοσίων.

ὡς Ἀθηναῖοι ἐν Ἀργινούσαις ἐπιφανεστάτῃ ναυμαχίᾳ νικήσαντες τοὺς στρατηγοὺς ἀδίκως ἐθανάτωσαν.

ὡς Ἀθηναῖοι μεγάλῃ ναυμαχίᾳ λειφθέντες ἠναγκάσθησαν ἐφ᾽ οἷς δυνατὸν ἦν συνθέσθαι τὴν εἰρήνην, καὶ οὕτως Πελοποννησιακὸς πόλεμος κατελύθη.

ὡς Καρχηδόνιοι λοιμικῇ νόσῳ περιπεσόντες ἠναγκάσθησαν συνθέσθαι τὴν εἰρήνην πρὸς Διονύσιον τὸν τύραννον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: