previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

71.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Ναυσιγένους ἐν Ῥώμῃ χιλίαρχοι κατεστάθησαν ἀντὶ τῶν ὑπάτων τέτταρες, Λεύκιος Παπίριος, Λεύκιος Μενήνιος, Σερούιος Κορνήλιος, Σερούιος Σολπίκιος, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη τρίτη πρὸς ταῖς ἑκατόν, καθ᾽ ἣν ἐνίκα στάδιον Πυθόστρατος Ἀθηναῖος. ἐπὶ δὲ τούτων Πτολεμαῖος Ἀλωρίτης Ἀμύντου υἱὸς ἐδολοφόνησεν Ἀλέξανδρον τὸν ἀδελφόν, καὶ ἐβασίλευσε τῆς Μακεδονίας ἔτη τρία. [2] κατὰ δὲ τὴν Βοιωτίαν Πελοπίδας ἐφάμιλλος ὢν τῷ Ἐπαμεινώνδᾳ τῇ κατὰ πόλεμον δόξῃ, καὶ θεωρῶν ἐκεῖνον τὰ περὶ τὴν Πελοπόννησον συμφερόντως κατεσκευακότα τοῖς Βοιωτοῖς, ἔσπευδε τὰ ἐκτὸς Πελοποννήσου δι᾽ αὑτοῦ προσάγεσθαι τοῖς Θηβαίοις. παραλαβὼν δὲ Ἰσμηνίαν, ἄνδρα φίλον μὲν ἑαυτοῦ, θαυμαζόμενον δ᾽ ἐπ᾽ ἀρετῇ, παρῆλθεν εἰς Θετταλίαν. καταντήσας δὲ πρὸς Ἀλέξανδρον τὸν Φερῶν τύραννον, ἀλόγως συνελήφθη μετὰ Ἰσμηνίου καὶ εἰς φυλακὴν παρεδόθη. [3] Θηβαίων δ᾽ ἐπὶ τοῖς πραχθεῖσι παροξυνθέντων, καὶ ταχέως εἰς τὴν Θετταλίαν ἐκπεμψάντων ὁπλίτας μὲν ὀκτακισχιλίους, ἱππεῖς δ᾽ ἑξακοσίους, φοβηθεὶς Ἀλέξανδρος ἐξέπεμψε πρεσβευτὰς εἰς τὰς Ἀθήνας περὶ συμμαχίας. παραχρῆμα δῆμος ἐξέπεμψε ναῦς μὲν τριάκοντα, στρατιώτας δὲ χιλίους, ὧν ἦν στρατηγὸς Αὐτοκλῆς. [4] ἐν ὅσῳ δ᾽ οὗτος περιέπλει τὴν Εὔβοιαν, Θηβαῖοι κατήντησαν εἰς Θετταλίαν. τοῦ δ᾽ Ἀλεξάνδρου πεζὴν δύναμιν ἠθροικότος καὶ ἱππεῖς πολλαπλασίους ἔχοντος τῶν Βοιωτῶν, τὸ μὲν πρῶτον οἱ Βοιωτοὶ διὰ μάχης ἔκρινον λῦσαι τὸν πόλεμον, συνεργοὺς ἔχοντες τοὺς Θετταλούς: ὡς δ᾽ οὗτοι μὲν αὐτοὺς ἐγκατέλιπον, Ἀθηναῖοι δὲ καί τινες ἄλλοι σύμμαχοι παρεγένοντο τῷ Ἀλεξάνδρῳ, τὰ δὲ σῖτα καὶ ποτὰ καὶ τἄλλα πάντα ἐπέλειπε τοῖς Βοιωτοῖς, ἔγνωσαν οἱ βοιωτάρχαι τὴν εἰς οἶκον ἐπάνοδον ποιεῖσθαι. [5] ἀναζευξάντων δ᾽ αὐτῶν, καὶ τῆς πορείας οὔσης διὰ χώρας πεδιάδος, Ἀλέξανδρος ἐπηκολούθει πολλοῖς ἱππεῦσι καὶ τοῖς ἐπὶ τῆς οὐραγίας ἐπέθετο. τῶν δὲ Βοιωτῶν οἱ μὲν κατακοντιζόμενοι συνεχῶς ἀπέθνησκον, οἱ δὲ τραύμασι περιέπιπτον, τέλος δ᾽ οὔτε μένειν οὔτε προάγειν ἐώμενοι εἰς πολλὴν ἀμηχανίαν ἐνέπιπτον, ἅτε δὴ καὶ τῶν ἐπιτηδείων σπανιζόντων. [6] ἤδη δ᾽ αὐτῶν τὴν σωτηρίαν ἀπογινωσκόντων, Ἐπαμεινώνδας ἰδιωτεύων κατ᾽ ἐκεῖνον τὸν χρόνον ὑπὸ τῶν στρατιωτῶν κατεστάθη στρατηγός. εὐθὺς δὲ διαλέξας τούς τε ψιλοὺς καὶ τοὺς ἱππεῖς, τούτους μὲν αὐτὸς ἀνέλαβε, καὶ ταχθεὶς ἐπὶ τῆς οὐραγίας διὰ τούτων ἀνέστελλε τοὺς ἐπακολουθοῦντας πολεμίους καὶ πολλὴν ἀσφάλειαν παρείχετο τοῖς προηγουμένοις ὁπλίταις, ποιούμενος δὲ μάχας ἐξ ὑποστροφῆς καὶ τάξει φιλοτέχνῳ χρώμενος διέσωσε τὸ στρατόπεδον. [7] αἰεὶ δὲ μᾶλλον διὰ τῶν κατορθωμάτων αὔξων τὴν ἰδίαν εὐδοξίαν μεγάλης ἀποδοχῆς ἐτύγχανε παρά τε τοῖς πολίταις καὶ τοῖς συμμάχοις. οἱ δὲ Θηβαῖοι τοὺς τότε βοιωταρχήσαντας καταδικάσαντες, πολλοῖς χρήμασιν ἐζημίωσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: