previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2.

ἐπ᾽ ἄρχοντος γὰρ Ἀθήνησι Καλλιμήδους Ὀλυμπιὰς μὲν ἤχθη πέμπτη πρὸς ταῖς ἑκατόν, καθ᾽ ἣν ἐνίκα στάδιον Πῶρος Κυρηναῖος, Ῥωμαῖοι δὲ κατέστησαν ὑπάτους Γναῖον Γενύκιον καὶ Λεύκιον Αἰμίλιον. ἐπὶ δὲ τούτων Φίλιππος Ἀμύντου υἱός, Ἀλεξάνδρου δὲ τοῦ Πέρσας καταπολεμήσαντος πατήρ, παρέλαβε τὴν τῶν Μακεδόνων βασιλείαν διὰ τοιαύτας αἰτίας. [2] Ἀμύντου καταπολεμηθέντος ὑπὸ Ἰλλυριῶν καὶ φόρους τοῖς κρατήσασι τελεῖν ἀναγκασθέντος οἱ μὲν Ἰλλυριοὶ λαβόντες εἰς ὁμηρείαν Φίλιππον τὸν νεώτατον τῶν υἱῶν παρέθεντο τοῖς Θηβαίοις. οὗτοι δὲ τῷ Ἐπαμεινώνδου πατρὶ παρέθεντο τὸν νεανίσκον καὶ προσέταξαν ἅμα τηρεῖν ἐπιμελῶς τὴν παρακαταθήκην καὶ προστατεῖν τῆς ἀγωγῆς καὶ παιδείας. [3] τοῦ δ᾽ Ἐπαμεινώνδου Πυθαγόριον ἔχοντος φιλόσοφον ἐπιστάτην συντρεφόμενος Φίλιππος μετέσχεν ἐπὶ πλεῖον τῶν Πυθαγορίων λόγων. ἀμφοτέρων δὲ τῶν μαθητῶν προσενεγκαμένων φύσιν τε καὶ φιλοπονίαν ὑπῆρξαν ἑκάτεροι διαφέροντες ἀρετῇ: ὧν Ἐπαμεινώνδας μὲν μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείνας τῇ πατρίδι παραδόξως τὴν ἡγεμονίαν τῆς Ἑλλάδος περιέθηκεν, δὲ Φίλιππος ταῖς αὐταῖς ἀφορμαῖς χρησάμενος οὐκ ἀπελείφθη τῆς Ἐπαμεινώνδου δόξης. [4] μετὰ γὰρ τὴν Ἀμύντου τελευτὴν Ἀλέξανδρος πρεσβύτατος τῶν υἱῶν διεδέξατο τὴν ἀρχήν. τοῦτον δὲ Πτολεμαῖος Ἀλωρίτης δολοφονήσας παρέλαβε τὴν βασιλείαν καὶ τοῦτον ὁμοίως Περδίκκας ἐπανελόμενος ἐβασίλευσεν. τούτου δὲ παρατάξει μεγάλῃ λειφθέντος ὑπὸ Ἰλλυριῶν καὶ πεσόντος ἐπὶ τῆς χρείας Φίλιππος ἀδελφὸς διαδρὰς ἐκ τῆς ὁμηρείας παρέλαβε τὴν βασιλείαν κακῶς διακειμένην. [5] ἀνῄρηντο μὲν γὰρ ἐν τῇ παρατάξει Μακεδόνων πλείους τῶν τετρακισχιλίων, οἱ δὲ λοιποὶ καταπεπληγμένοι τὰς τῶν Ἰλλυριῶν δυνάμεις περίφοβοι καθειστήκεισαν καὶ πρὸς τὸ διαπολεμεῖν ἀθύμως εἶχον. [6] ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Παίονες μὲν πλησίον τῆς Μακεδονίας οἰκοῦντες ἐπόρθουν τὴν χώραν καταφρονοῦντες τῶν Μακεδόνων, Ἰλλυριοὶ δὲ μεγάλας δυνάμεις ἤθροιζον καὶ στρατεύειν εἰς τὴν Μακεδονίαν παρεσκευάζοντο, Παυσανίας δέ τις τῆς βασιλικῆς συγγενείας κοινωνῶν ἐπεβάλλετο διὰ τοῦ Θρᾳκῶν βασιλέως ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν κατιέναι. ὁμοίως δὲ καὶ Ἀθηναῖοι πρὸς Φίλιππον ἀλλοτρίως ἔχοντες κατῆγον ἐπὶ τὴν βασιλείαν Ἀργαῖον καὶ στρατηγὸν ἀπεστάλκεισαν Μαντίαν ἔχοντα τρισχιλίους μὲν ὁπλίτας, ναυτικὴν δὲ δύναμιν ἀξιόλογον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: