previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

110.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἀντικλέους Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κορνήλιον καὶ Κόιντον Ποπίλλιον. ἐπὶ δὲ τούτων Ἀλέξανδρος εἰς τὸν τῶν ἀπολελυμένων ἀριθμὸν ἀνεπλήρωσεν ἐκ τῶν Περσῶν καὶ χιλίους αὐτῶν εἰς τοὺς περὶ τὴν αὐλὴν ἔταξεν ὑπασπιστὰς καὶ τὸ σύνολον οὐχ ἥττους εἰς πίστιν τῶν Μακεδόνων ὑπέλαβεν. [2] ἧκεν δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ Πευκέστης ἄγων Πέρσας τοξότας καὶ σφενδονήτας δισμυρίους: καταμίξας δὲ τούτους τοῖς προϋπάρχουσι στρατιώταις τῇ καινότητι τῆς καινοτομίας κατεσκεύασε τὴν ὅλην δύναμιν κεκραμένην καὶ ἁρμόζουσαν τῇ ἰδίᾳ προαιρέσει. [3] τῶν δὲ Μακεδόνων ἐκ τῶν αἰχμαλωτίδων γεγεννηκότων υἱοὺς τὸν ἀριθμὸν τῶν παίδων ἀκριβῶς ἐσκέψατο, ὄντων δ᾽ αὐτῶν σχεδὸν μυρίων ἅπασι τὰς ἁρμοζούσας πρὸς τροφὴν ἐλευθέριον συντάξεις ἀπομερίσας τούτοις μὲν παιδευτὰς ἐπέστησε τοὺς διδάξοντας τὴν ἁρμόζουσαν παιδείαν, αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν προῆγεν ἐκ τῶν Σούσων καὶ διαβὰς τὸν Τίγριν ἐν ταῖς Κάραις καλουμέναις κώμαις κατεστρατοπέδευσεν. [4] ἑξῆς δ᾽ ἐν ἡμέραις τέτταρσι τὴν Σιττακινὴν διανύσας ἧκεν εἰς τὰ καλούμενα Σάμβανα. ἐνταῦθα δὲ μείνας ἡμέρας ἑπτὰ καὶ προσαναλαβὼν τὴν δύναμιν τριταῖος εἰς τοὺς Κέλωνας προσαγορευομένους ἧκεν, ἐν μέχρι νῦν διαμένει γένος Βοιώτιον, κατὰ μὲν τὴν Ξέρξου στρατείαν ἀνάστατον γεγονός, μεμνημένον δ᾽ ἔτι τῶν πατρίων νόμων: [5] ὄντες γὰρ οὗτοι δίφωνοι τῇ μὲν ἑτέρᾳ διαλέκτῳ ἐξωμοιώθησαν τοῖς ἐγχωρίοις, τῇ δ᾽ ἑτέρᾳ πλείστας τῶν Ἑλληνικῶν λέξεων διετήρουν καὶ τῶν ἐπιτηδευμάτων ἔνια διεφύλαττον. τέλος δὲ προσμείνας ἡμέρας ἀνέζευξε καὶ παρεγκλίνας τὴν ὑποκειμένην ὁδὸν θέας ἕνεκεν ἦλθεν εἰς τὴν ὀνομαζομένην Βαγιστάνην, θεοπρεπεστάτην τε χώραν οὖσαν καὶ πλήρη καρπίμων δένδρων καὶ τῶν ἄλλων ἁπάντων τῶν πρὸς ἀπόλαυσιν ἀνηκόντων. [6] μετὰ δὲ ταῦτα παρελθὼν εἴς τινα χώραν δυναμένην ἐκτρέφειν ἀγέλας παμπληθεῖς ἵππων, ἐν τὸ παλαιὸν ἔφασαν ἑκκαίδεκα μυριάδας ἵππων γεγονέναι φορβάδων, κατὰ δὲ τὴν Ἀλεξάνδρου παρουσίαν ἓξ μόναι μυριάδες ἠριθμήθησαν, ἐνταῦθα διαμείνας ἡμέρας τριάκοντα ἑβδομαῖος διήνυσεν εἰς Ἐκβάτανα τῆς Μηδείας. [7] ταύτης δέ φασι διακοσίων μὲν καὶ πεντήκοντα σταδίων τὴν περίμετρον ὑπάρχειν, βασίλεια δ᾽ ἔχειν τῆς ὅλης Μηδείας καὶ θησαυροὺς πολλῶν χρημάτων. ἔνθα δὴ χρόνον τινὰ τὴν δύναμιν ἀναλαβὼν ἀγῶνάς τε θυμελικοὺς ἐποίει καὶ πότους συνεχεῖς τῶν φίλων, [8] ἐν οἷς Ἡφαιστίων ἀκαίροις μέθαις χρησάμενος καὶ περιπεσὼν ἀρρωστίᾳ τὸν βίον ἐξέλιπεν: δὲ βασιλεὺς χαλεπῶς ἐνέγκας τὸ συμβὰν τὸ σῶμα τοῦ τετελευτηκότος Περδίκκᾳ παρέδωκεν εἰς Βαβυλῶνα κομίσαι, βουλόμενος ἐπιφανεστάτην αὐτοῦ ποιήσασθαι τὴν ταφήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: