previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

35.

ὅτι Ἅρπαγος κατασταθεὶς ὑπὸ Κύρου τοῦ Πέρσου ἐπὶ τῆς θαλάττης στρατηγός, καὶ τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων πρὸς Κῦρον διαπρεσβευομένων συνθέσθαι φιλίαν, εἶπε πρὸς αὐτοὺς ὅτι παραπλήσιόν τι ποιοῦσι τῶν πρότερον ἑαυτῷ συμβάντων. [2] καὶ γάρ ποτε γῆμαι βουλόμενον αἰτεῖσθαι παρὰ τοῦ πατρὸς τὴν κόρην: τὸν δὲ τὸ μὲν πρῶτον οὐκ ἄξιον κρίναντα τοῦ γάμου δυνατωτέρῳ κατεγγυῆσαι, μετὰ δὲ ταῦθ᾽ ὁρῶντα αὐτὸν ὑπὸ τοῦ βασιλέως τιμώμενον διδόναι τὴν θυγατέρα: αὐτὸν δὲ ἀποκριθῆναι, διότι γυναῖκα μὲν οὐκέτι ἂν ἔχοι αὐτήν, παλλακίδα δὲ συγχωρήσαι λαβεῖν. [3] διὰ δὲ τῶν τοιούτων λόγων ἐδήλου τοῖς Ἕλλησιν, ὅτι Κύρου πρότερον ἀξιοῦντος γενέσθαι Περσῶν φίλους οὐκ ἐβουλήθησαν, νῦν δὲ ἐκ μεταβολῆς ἐκείνων σπευδόντων συνάψαι φιλίαν ὡς μὲν πρὸς συμμάχους οὐ ποιήσεται τὰς ὁμολογίας, ὡς δὲ δούλους εἰς τὴν τῶν Περσῶν πίστιν ἑαυτοὺς παραδιδόντας προσδέξεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: