previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν χωρίον περιέχηται ὑπὸ ῥητῆς καὶ τῆς ἐκ δύο ὀνομάτων πέμπτης, τὸ χωρίον δυναμένη ἄλογός ἐστιν καλουμένη ῥητὸν καὶ μέσον δυναμένη.

χωρίον γὰρ τὸ ΑΓ περιεχέσθω ὑπὸ ῥητῆς τῆς ΑΒ
5καὶ τῆς ἐκ δύο ὀνομάτων πέμπτης τῆς ΑΔ διῃρημένης εἰς τὰ ὀνόματα κατὰ τὸ Ε, ὥστε τὸ μεῖζον ὄνομα εἶναι τὸ ΑΕ: λέγω δή, ὅτι τὸ ΑΓ χωρίον δυναμένη ἄλογός ἐστιν καλουμένη ῥητὸν καὶ μέσον δυναμένη.

Κατεσκευάσθω γὰρ τὰ αὐτὰ τοῖς πρότερον δεδειγμένοις:
10φανερὸν δή, ὅτι τὸ ΑΓ χωρίον δυναμένη ἐστὶν ΜΞ. δεικτέον δή, ὅτι ΜΞ ἐστιν ῥητὸν καὶ μέσον δυναμένη. ἐπεὶ γὰρ ἀσύμμετρός ἐστιν ΑΗ τῇ ΗΕ, ἀσύμμετρον ἄρα ἐστὶ καὶ τὸ ΑΘ τῷ ΘΕ, τουτέστι τὸ ἀπὸ τῆς ΜΝ τῷ ἀπὸ τῆς ΝΞ: αἱ ΜΝ, ΝΞ ἄρα δυνάμει
15εἰσὶν ἀσύμμετροι. καὶ ἐπεὶ ΑΔ ἐκ δύο ὀνομάτων ἐστὶ πέμπτη, καί ἐστιν ἔλασσον αὐτῆς τμῆμα τὸ ΕΔ, σύμμετρος ἄρα ΕΔ τῇ ΑΒ μήκει. ἀλλὰ ΑΕ τῇ ΕΔ ἐστιν ἀσύμμετρος: καὶ ΑΒ ἄρα τῇ ΑΕ ἐστιν ἀσύμμετρος μήκει. αἱ ΒΑ, ΑΕ ῥηταί εἰσι δυνάμει μόνον
20σύμμετροι. μέσον ἄρα ἐστὶ τὸ ΑΚ, τουτέστι τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΜΝ, ΝΞ. καὶ ἐπεὶ σύμμετρός ἐστιν ΔΕ τῇ ΑΒ μήκει, τουτέστι τῇ ΕΚ, ἀλλὰ ΔΕ τῇ ΕΖ σύμμετρός ἐστιν, καὶ ΕΖ ἄρα τῇ ΕΚ σύμμετρός ἐστιν. καὶ ῥητὴ ΕΚ: ῥητὸν ἄρα καὶ τὸ ΕΛ,
25τουτέστι τὸ ΜΡ, τουτέστι τὸ ὑπὸ ΜΝΞ: αἱ ΜΝ, ΝΞ ἄρα δυνάμει ἀσύμμετροί εἰσι ποιοῦσαι τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπ᾽ αὐτῶν τετραγώνων μέσον, τὸ δ᾽ ὑπ᾽ αὐτῶν ῥητόν.

ΜΞ ἄρα ῥητὸν καὶ μέσον δυναμένη ἐστὶ καὶ δύναται
30τὸ ΑΓ χωρίον: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: