previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἀποτομὴ οὐκ ἔστιν αὐτὴ τῇ ἐκ δύο ὀνομάτων.

ἔστω ἀποτομὴ ΑΒ: λέγω, ὅτι ΑΒ οὐκ ἔστιν αὐτὴ τῇ ἐκ δύο ὀνομάτων.

εἰ γὰρ δυνατόν, ἔστω: καὶ ἐκκείσθω ῥητὴ ΔΓ, καὶ
5τῷ ἀπὸ τῆς ΑΒ ἴσον παρὰ τὴν ΓΔ παραβεβλήσθω ὀρθογώνιον τὸ ΓΕ πλάτος ποιοῦν τὴν ΔΕ. ἐπεὶ οὖν ἀποτομή ἐστιν ΑΒ, ἀποτομὴ πρώτη ἐστὶν ΔΕ. ἔστω αὐτῇ προσαρμόζουσα ΕΖ:
10αἱ ΔΖ, ΖΕ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι, καὶ ΔΖ τῆς ΖΕ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ, καὶ ΔΖ σύμμετρός ἐστι
15τῇ ἐκκειμένῃ ῥητῇ μήκει τῇ ΔΓ. πάλιν, ἐπεὶ ἐκ δύο ὀνομάτων ἐστὶν ΑΒ, ἐκ δύο ἄρα ὀνομάτων πρώτη ἐστὶν ΔΕ. διῃρήσθω εἰς τὰ ὀνόματα κατὰ τὸ Η, καὶ ἔστω
20μεῖζον ὄνομα τὸ ΔΗ: αἱ ΔΗ, ΗΕ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι, καὶ ΔΗ τῆς ΗΕ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ, καὶ τὸ μεῖζον ΔΗ σύμμετρός ἐστι τῇ ἐκκειμένῃ ῥητῇ μήκει τῇ ΔΓ. καὶ ΔΖ ἄρα τῇ ΔΗ σύμμετρός ἐστι μήκει: καὶ λοιπὴ ἄρα ΗΖ σύμμετρός
25ἐστι τῇ ΔΖ μήκει. ἐπεὶ οὖν σύμμετρός ἐστιν ΔΖ τῇ ΗΖ, ῥητὴ δέ ἐστιν ΔΖ, ῥητὴ ἄρα ἐστὶ καὶ ΗΖ. ἐπεὶ οὖν σύμμετρός ἐστιν ΔΖ τῇ ΗΖ μήκει ἀσύμμετρος δὲ ΔΖ τῇ ΕΖ μήκει: ἀσύμμετρος ἄρα ἐστὶ καὶ ΖΗ τῇ ΕΖ μήκει. αἱ ΗΖ, ΖΕ ἄρα ῥηταί εἰσι
30δυνάμει μόνον σύμμετροι: ἀποτομὴ ἄρα ἐστὶν ΕΗ. ἀλλὰ καὶ ῥητή: ὅπερ ἐστὶν ἀδύνατον.

ἄρα ἀποτομὴ οὐκ ἔστιν αὐτὴ τῇ ἐκ δύο ὀνομάτων: ὅπερ ἔδει δεῖξαι.

Πόρισμα
35

ἀποτομὴ καὶ αἱ μετ᾽ αὐτὴν ἄλογοι οὔτε τῇ μέσῃ οὔτε ἀλλήλαις εἰσὶν αἱ αὐταί.

τὸ μὲν γὰρ ἀπὸ μέσης παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ ῥητὴν καὶ ἀσύμμετρον τῇ, παρ᾽ ἣν παράκειται, μήκει, τὸ δὲ ἀπὸ ἀποτομῆς παρὰ ῥητὴν παραβαλλόμενον
40πλάτος ποιεῖ ἀποτομὴν πρώτην, τὸ δὲ ἀπὸ μέσης ἀποτομῆς πρώτης παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ ἀποτομὴν δευτέραν, τὸ δὲ ἀπὸ μέσης ἀποτομῆς δευτέρας παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ ἀποτομὴν τρίτην, τὸ δὲ ἀπὸ ἐλάσσονος παρὰ ῥητὴν
45παραβαλλόμενον πλάτος ποιεῖ ἀποτομὴν τετάρτην, τὸ δὲ ἀπὸ τῆς μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιούσης παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ ἀποτομὴν πέμπτην, τὸ δὲ ἀπὸ τῆς μετὰ μέσου μέσον τὸ ὅλον ποιούσης παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ ἀποτομὴν ἕκτην.
50ἐπεὶ οὖν τὰ εἰρημένα πλάτη διαφέρει τοῦ τε πρώτου καὶ ἀλλήλων, τοῦ μὲν πρώτου, ὅτι ῥητή ἐστιν, ἀλλήλων δέ, ἐπεὶ τῇ τάξει οὐκ εἰσὶν αἱ αὐταί, δῆλον, ὡς καὶ αὐταὶ αἱ ἄλογοι διαφέρουσιν ἀλλήλων. καὶ ἐπεὶ δέδεικται ἀποτομὴ οὐκ οὖσα αὐτὴ τῇ ἐκ δύο ὀνομάτων, ποιοῦσι
55δὲ πλάτη παρὰ ῥητὴν παραβαλλόμεναι αἱ μετὰ τὴν ἀποτομὴν ἀποτομὰς ἀκολούθως ἑκάστη τῇ τάξει τῇ καθ᾽ αὑτήν, αἱ δὲ μετὰ τὴν ἐκ δύο ὀνομάτων τὰς ἐκ δύο ὀνομάτων καὶ αὐταὶ τῇ τάξει ἀκολούθως, ἕτεραι ἄρα εἰσὶν αἱ μετὰ τὴν ἀποτομὴν καὶ ἕτεραι αἱ μετὰ τὴν ἐκ δύο
60ὀνομάτων, ὡς εἶναι τῇ τάξει πάσας ἀλόγους ιγ,

μέσην,

ἐκ δύο ὀνομάτων,

ἐκ δύο μέσων πρώτην,

ἐκ δύο μέσων δευτέραν,
65

μείζονα,

ῥητὸν καὶ μέσον δυναμένην,

δύο μέσα δυναμένην,

ἀποτομήν,

μέσης ἀποτομὴν πρώτην,
70

μέσης ἀποτομὴν δευτέραν,

ἐλάσσονα,

μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιοῦσαν,

μετὰ μέσου μέσον τὸ ὅλον ποιοῦσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: