previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



δύο ἀριθμῶν δοθέντων εὑρεῖν, ὃν ἐλάχιστον μετροῦσιν ἀριθμόν.

ἔστωσαν οἱ δοθέντες δύο ἀριθμοὶ οἱ Α, Β: δεῖ δὴ εὑρεῖν, ὃν ἐλάχιστον μετροῦσιν ἀριθμόν.
5

οἱ Α, Β γὰρ ἤτοι πρῶτοι πρὸς ἀλλήλους εἰσὶν οὔ. ἔστωσαν πρότερον οἱ Α, Β πρῶτοι πρὸς ἀλλήλους, καὶ Α τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω: καὶ Β ἄρα τὸν Α πολλαπλασιάσας τὸν Γ πεποίηκεν. οἱ Α, Β ἄρα τὸν Γ μετροῦσιν. λέγω δή, ὅτι καὶ ἐλάχιστον. εἰ γὰρ μή,
10μετρήσουσί τινα ἀριθμὸν οἱ Α, Β ἐλάσσονα ὄντα τοῦ Γ. μετρείτωσαν τὸν Δ. καὶ ὁσάκις Α τὸν Δ μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Ε, ὁσάκις δὲ Β τὸν Δ μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Ζ: μὲν Α ἄρα τὸν Ε πολλαπλασιάσας τὸν Δ πεποίηκεν, δὲ Β τὸν Ζ πολλαπλασιάσας
15τὸν Δ πεποίηκεν: ἴσος ἄρα ἐστὶν ἐκ τῶν Α, Ε τῷ ἐκ τῶν Β, Ζ. ἔστιν ἄρα ὡς Α πρὸς τὸν Β, οὕτως Ζ πρὸς τὸν Ε. οἱ δὲ Α, Β πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις τε μείζων τὸν μείζονα καὶ ἐλάσσων τὸν
20ἐλάσσονα: Β ἄρα τὸν Ε μετρεῖ, ὡς ἑπόμενος ἑπόμενον. καὶ ἐπεὶ Α τοὺς Β, Ε πολλαπλασιάσας τοὺς Γ, Δ πεποίηκεν, ἔστιν ἄρα ὡς Β πρὸς τὸν Ε, οὕτως Γ πρὸς τὸν Δ. μετρεῖ δὲ Β τὸν Ε: μετρεῖ ἄρα καὶ Γ τὸν Δ μείζων τὸν ἐλάσσονα: ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα
25οἱ Α, Β μετροῦσί τινα ἀριθμὸν ἐλάσσονα ὄντα τοῦ Γ. Γ ἄρα ἐλάχιστος ὢν ὑπὸ τῶν Α, Β μετρεῖται.

μὴ ἔστωσαν δὴ οἱ Α, Β πρῶτοι πρὸς ἀλλήλους, καὶ εἰλήφθωσαν ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Α, Β οἱ Ζ, Ε: ἴσος ἄρα ἐστὶν ἐκ τῶν Α, Ε
30τῷ ἐκ τῶν Β, Ζ. καὶ Α τὸν Ε πολλαπλασιάσας τὸν Γ ποιείτω: καὶ Β ἄρα τὸν Ζ πολλαπλασιάσας τὸν Γ πεποίηκεν: οἱ Α, Β ἄρα τὸν Γ μετροῦσιν. λέγω δή, ὅτι καὶ ἐλάχιστον. εἰ γὰρ μή, μετρήσουσί τινα ἀριθμὸν οἱ Α, Β ἐλάσσονα ὄντα τοῦ Γ. μετρείτωσαν τὸν Δ. καὶ ὁσάκις
35μὲν Α τὸν Δ μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Η, ὁσάκις δὲ Β τὸν Δ μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Θ. μὲν Α ἄρα τὸν Η πολλαπλασιάσας τὸν Δ πεποίηκεν, δὲ Β τὸν Θ πολλαπλασιάσας τὸν Δ πεποίηκεν. ἴσος ἄρα ἐστὶν ἐκ τῶν Α, Η τῷ ἐκ τῶν Β, Θ:
40ἔστιν ἄρα ὡς Α πρὸς τὸν Β, οὕτως Θ πρὸς τὸν Η. ὡς δὲ Α πρὸς τὸν Β, οὕτως Ζ πρὸς τὸν Ε: καὶ ὡς ἄρα Ζ πρὸς τὸν Ε, οὕτως Θ πρὸς τὸν Η. οἱ δὲ Ζ, Ε ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις τε μείζων τὸν μείζονα καὶ
45ἐλάσσων τὸν ἐλάσσονα: Ε ἄρα τὸν Η μετρεῖ. καὶ ἐπεὶ Α τοὺς Ε, Η πολλαπλασιάσας τοὺς Γ, Δ πεποίηκεν, ἔστιν ἄρα ὡς Ε πρὸς τὸν Η, οὕτως Γ πρὸς τὸν Δ. δὲ Ε τὸν Η μετρεῖ: καὶ Γ ἄρα τὸν Δ μετρεῖ μείζων τὸν ἐλάσσονα: ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα οἱ Α, Β
50μετρήσουσί τινα ἀριθμὸν ἐλάσσονα ὄντα τοῦ Γ. Γ ἄρα ἐλάχιστος ὢν ὑπὸ τῶν Α, Β μετρεῖται: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: