previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄδμητος
οὔτοι σ᾽ ἀτίζων οὐδ᾽ ἐν ἐχθροῖσιν τιθεὶς
ἔκρυψ᾽ ἐμῆς γυναικὸς ἀθλίου τύχας.
ἀλλ᾽ ἄλγος ἄλγει τοῦτ᾽ ἂν ἦν προσκείμενον,
1040εἴ του πρὸς ἄλλου δώμαθ᾽ ὡρμήθης ξένου:
ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.

γυναῖκα δ᾽, εἴ πως ἔστιν, αἰτοῦμαί σ᾽, ἄναξ,
ἄλλον τιν᾽ ὅστις μὴ πέπονθεν οἷ᾽ ἐγὼ
σῴζειν ἄνωχθι Θεσσαλῶν: πολλοὶ δέ σοι
1045ξένοι Φεραίων: μή μ᾽ ἀναμνήσῃς κακῶν.
οὐκ ἂν δυναίμην τήνδ᾽ ὁρῶν ἐν δώμασιν
ἄδακρυς εἶναι: μὴ νοσοῦντί μοι νόσον
προσθῇς: ἅλις γὰρ συμφορᾷ βαρύνομαι.
ποῦ καὶ τρέφοιτ᾽ ἂν δωμάτων νέα γυνή;
1050νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει.
πότερα κατ᾽ ἀνδρῶν δῆτ᾽ ἐνοικήσει στέγην;
καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη
ἔσται; τὸν ἡβῶνθ᾽, Ἡράκλεις, οὐ ῥᾴδιον
εἴργειν: ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
1055 τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω;
καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει;
διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν,
μή τίς μ᾽ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν
προδόντ᾽ ἐν ἄλλης δεμνίοις πίτνειν νέας,
1060καὶ τῆς θανούσηςἀξία δέ μοι σέβειν
πολλὴν πρόνοιαν δεῖ μ᾽ ἔχειν. σὺ δ᾽, γύναι,
ἥτις ποτ᾽ εἶ σύ, ταὔτ᾽ ἔχουσ᾽ Ἀλκήστιδι
μορφῆς μέτρ᾽ ἴσθι, καὶ προσήϊξαι δέμας.
οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων
1065γυναῖκα τήνδε, μή μ᾽ ἕλῃς ᾑρημένον.
δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ᾽ ὁρᾶν
ἐμήν: θολοῖ δὲ καρδίαν, ἐκ δ᾽ ὀμμάτων
πηγαὶ κατερρώγασιν: τλήμων ἐγώ,
ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.

Χορός
1070ἐγὼ μὲν οὐκ ἔχοιμ᾽ ἂν εὖ λέγειν τύχην:
χρὴ δ᾽, ἥτις ἐστί, καρτερεῖν θεοῦ δόσιν.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: