previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀγγελος

Ἄγγελος
1085ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον,
τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους
θέᾳ διδόντες ὄμματ᾽ ἐξεπίμπλαμεν.
καὶ τοῦθ᾽ ὕποπτον ἦν ἄρ᾽: ἐς δὲ συστάσεις
κύκλους τ᾽ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ.
1090Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν
ἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους:
Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ
χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν,
τὸ δεύτερον παρόντ᾽ ἐφ᾽ οἷσι καὶ πάρος
1095δεῦρ᾽ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων;
κἀκ τοῦδ᾽ ἐχώρει ῥόθιον ἐν πόλει κακόν:
ἀρχαὶ δ᾽ ἐπληροῦντ᾽ ἐς τὰ βουλευτήρια,
ἰδίᾳ θ᾽ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν,
φρουρὰν ἐτάξαντ᾽ ἐν περιστύλοις δόμοις.
1100ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας
παιδεύματ᾽, οὐδὲν τῶνδέ πω πεπυσμένοι,
λαβόντες ᾖμεν ἐσχάραις τ᾽ ἐφέσταμεν
σὺν προξένοισι μάντεσίν τε Πυθικοῖς.
καί τις τόδ᾽ εἶπεν: "" νεανία, τί σοι
1105θεῷ κατευξώμεσθα; τίνος ἥκεις χάριν;
δ᾽ εἶπε: Φοίβῳ τῆς πάροιθ᾽ ἁμαρτίας
δίκας παρασχεῖν βουλόμεσθ᾽: ᾔτησα γὰρ
πατρός ποτ᾽ αὐτὸν αἵματος δοῦναι δίκην.
κἀνταῦθ᾽ Ὀρέστου μῦθος ἰσχύων μέγα
1110ἐφαίνεθ᾽, ὡς ψεύδοιτο δεσπότης ἐμός,
ἥκων ἐπ᾽ αἰσχροῖς. ἔρχεται δ᾽ ἀνακτόρων
κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων
εὔξαιτο Φοίβῳ: τυγχάνει δ᾽ ἐν ἐμπύροις:
τῷ δὲ ξιφήρης ἆρ᾽ ὑφειστήκει λόχος
1115δάφνῃ σκιασθείς: ὧν Κλυταιμήστρας τόκος
εἷς ἦν ἁπάντων τῶνδε μηχανορράφος.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: