Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
790ὦ γέρον Αἰακίδα,
πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ-
ροις ὁμιλῆσαι δορὶ
κλεινοτάτῳ: καὶ ἐπ᾽ Ἀργῴου δορὸς ἄξενον ὑγρὰν
795ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων
κλεινὰν ἐπὶ ναυστολίαν,
Ἰλιάδα τε πόλιν ὅτε <τὸ> πάρος
εὐδόκιμος [ὁ] Διὸς ἶνις ἀμφέβαλλεν φόνῳ,
800κοινὰν τὰν εὔκλειαν ἔχοντ᾽
Εὐρώπαν ἀφικέσθαι.