previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τροφός
παῖ, τὸ λίαν οὔτ᾽ ἐκεῖν᾽ ἐπῄνεσα,
ὅτ᾽ εἰς γυναῖκα Τρῳάδ᾽ ἐξημάρτανες,
οὔτ᾽ αὖ τὸ νῦν σου δεῖμ᾽ δειμαίνεις ἄγαν.
οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
870φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
οὐ γάρ τί σ᾽ αἰχμάλωτον ἐκ Τροίας ἔχει,
ἀλλ᾽ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
ἕδνοισι, πόλεώς τ᾽ οὐ μέσως εὐδαίμονος.
πατὴρ δέ σ᾽ οὐχ ὧδ᾽ ὡς σὺ δειμαίνεις, τέκνον,
875προδοὺς ἐάσει δωμάτων τῶνδ᾽ ἐκπεσεῖν.
ἀλλ᾽ εἴσιθ᾽ εἴσω μηδὲ φαντάζου δόμων
πάροιθε τῶνδε, μή τιν᾽ αἰσχύνην λάβῃς
[πρόσθεν μελάθρων τῶνδ᾽ ὁρωμένη, τέκνον].

Χορός
καὶ μὴν ὅδ᾽ ἀλλόχρως τις ἔκδημος ξένος
880σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται.

Ὀρέστης
ξέναι γυναῖκες, τάδ᾽ ἔστ᾽ Ἀχιλλέως
παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;

Χορός
ἔγνως: ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε;

Ὀρέστης
Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,
885ὄνομα δ᾽ Ὀρέστης: ἔρχομαι δὲ πρὸς Διὸς
μαντεῖα Δωδωναῖ᾽. ἐπεὶ δ᾽ ἀφικόμην
Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι
γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει
Σπαρτιᾶτις Ἑρμιόνη: τηλουρὰ γὰρ
890ναίουσ᾽ ἀφ᾽ ἡμῶν πεδί᾽ ὅμως ἐστὶν φίλη.

Ἑρμιόνη
ναυτίλοισι χείματος λιμὴν φανεὶς
Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων,
οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,
πράσσοντας οὐκ εὖ. στεμμάτων δ᾽ οὐχ ἥσσονας
895σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.

Ὀρέστης
ἔα:
τί χρῆμα; μῶν ἐσφάλμεθ᾽ σαφῶς ὁρῶ
δόμων ἄνασσαν τῶνδε Μενέλεω κόρην;

Ἑρμιόνη
ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ
Ἑλένη κατ᾽ οἴκους πατρί: μηδὲν ἀγνόει.

Ὀρέστης
900 Φοῖβ᾽ ἀκέστορ, πημάτων δοίης λύσιν.
τί χρῆμα; πρὸς θεῶν βροτῶν πάσχεις κακά;

Ἑρμιόνη
τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ᾽ ἔχει,
τὰ δ᾽ ἐκ θεῶν του: πανταχῇ δ᾽ ὀλώλαμεν.

Ὀρέστης
τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
905παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος;

Ἑρμιόνη
τοῦτ᾽ αὐτὸ καὶ νοσοῦμεν: εὖ μ᾽ ὑπηγάγου.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: