previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ὀδυσσεύς
375 Ζεῦ, τί λέξω, δείν᾽ ἰδὼν ἄντρων ἔσω
κοὐ πιστά, μύθοις εἰκότ᾽ οὐδ᾽ ἔργοις βροτῶν;

Χορός
τί δ᾽ ἔστ᾽, Ὀδυσσεῦ; μῶν τεθοίναται σέθεν
φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;

Ὀδυσσεύς
δισσούς γ᾽ ἀθρήσας κἀπιβαστάσας χεροῖν,
380οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.

Χορός
πῶς, ταλαίπωρ᾽, ἦτε πάσχοντες τάδε;

Ὀδυσσεύς

Ὀδυσσεύς
ἐπεὶ πετραίαν τήνδ᾽ ἐσήλθομεν στέγην,
ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς
κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,
385τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος,
καὶ χάλκεον λέβητ᾽ ἐπέζεσεν πυρί,
ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ
ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.
κρατῆρα δ᾽ ἐξέπλησεν ὡς δεκάμφορον,
μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα,
390σκύφος τε κισσοῦ παρέθετ᾽ εἰς εὖρος τριῶν
πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο,
ὀβελούς τ᾽, ἄκρους μὲν ἐγκεκαυμένους πυρί,
ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων,
395Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις†.
ὡς δ᾽ ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖ
Ἅιδου μαγείρῳ, φῶτε συμμάρψας δύο
τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον
ἔσφαζ᾽ ἑταίρων τῶν ἐμῶν ῥυθμῷ τινι,
400τὸν δ᾽ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός,
παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου
ἐγκέφαλον ἐξέρρανε: καὶ διαρταμῶν
λάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρί,
τὰ δ᾽ ἐς λέβητ᾽ ἐφῆκεν ἕψεσθαι μέλη.
405ἐγὼ δ᾽ τλήμων δάκρυ᾽ ἀπ᾽ ὀφθαλμῶν χέων
ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν:
ἅλλοι δ᾽ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας
πτήξαντες εἶχον, αἷμα δ᾽ οὐκ ἐνῆν χροΐ.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: