Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
λήψεται τὸν τράχηλον
ἐντόνως ὁ καρκίνος
610τοῦ ξενοδαιτυμόνος: πυρὶ γὰρ τάχα
φωσφόρους ὀλεῖ κόρας.
ἤδη δαλὸς ἠνθρακωμένος
615κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον
ἔρνος. ἀλλ᾽ ἴτω Μάρων,
πρασσέτω,
μαινομένου 'ξελέτω βλέφαρον
Κύκλωπος, ὡς πίῃ κακῶς.
κἆτ᾽ ἐγὼ
620τὸν φιλοκισσοφόρον Βρόμιον
ποθεινὸν εἰσιδεῖν θέλω,
Κύκλωπος λιπὼν ἐρημίαν:
ἆρ᾽ ἐς τοσόνδ᾽ ἀφίξομαι;