Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πολυξένη
ὦ δεινὰ παθοῦσ᾽, ὦ παντλάμων,
ὦ δυστάνου μᾶτερ βιοτᾶς
οἵαν οἵαν αὖ σοι λώβαν
200ἐχθίσταν ἀρρήταν τ᾽
ὦρσέν τις δαίμων;
οὐκέτι σοι παῖς ἅδ᾽ οὐκέτι δὴ
γήρᾳ δειλαίῳ δειλαία
συνδουλεύσω.
205σκύμνον γάρ μ᾽ ὥστ᾽ οὐριθρέπταν
μόσχον δειλαία δειλαίαν
... ἐσόψῃ,
χειρὸς ἀναρπαστὰν
σᾶς ἄπο λαιμότομόν τ᾽ Ἀίδᾳ
γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα
210τάλαινα κείσομαι.
καὶ σοῦ μέν, μᾶτερ, δυστάνου
κλαίω πανδύρτοις θρήνοις,
τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τ᾽
οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι
215ξυντυχία κρείσσων ἐκύρησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.