previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


35

πάντες δ᾽ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι
θάσσουσ᾽ ἐπ᾽ ἀκταῖς τῆσδε Θρῃκίας χθονός:
Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς
κατέσχ᾽ Ἀχιλλεὺς πᾶν στράτευμ᾽ Ἑλληνικόν,
πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην:
40αἰτεῖ δ᾽ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην
τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.
καὶ τεύξεται τοῦδ᾽, οὐδ᾽ ἀδώρητος φίλων
ἔσται πρὸς ἀνδρῶν: πεπρωμένη δ᾽ ἄγει
θανεῖν ἀδελφὴν τῷδ᾽ ἐμὴν ἐν ἤματι.
45δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται
μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.
φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,
δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ.
τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμην
50τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.
τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν
ἔσται: γεραιᾷ δ᾽ ἐκποδὼν χωρήσομαι
Ἑκάβῃ: περᾷ γὰρ ἥδ᾽ ὑπὸ σκηνῆς πόδα
Ἀγαμέμνονος, φάντασμα δειμαίνουσ᾽ ἐμόν.
φεῦ:
55 μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων
δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς
ὅσονπερ εὖ ποτ᾽: ἀντισηκώσας δέ σε
φθείρει θεῶν τις τῆς πάροιθ᾽ εὐπραξίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: